Θησεύς τιν’ ἡμάρτηκεν ἐς σ’ ἁμαρτίαν;μὴ δρῶσ’ ἔγωγ’ ἐκεῖνον ὀφθείην κακῶς.τί γὰρ τὸ δεινὸν τοῦθ’ ὅ σ’ ἐξαίρει θανεῖν;ἔα μ’ ἁμαρτεῖν· οὐ γὰρ ἐς σὲ ἁμαρτάνω.οὐ δῆθ’ ἑκοῦσά γ’, ἐν δὲ σοὶ λελείψομαι.τί δρᾷς; βιάζῃ χειρὸς ἐξαρτωμένη;καὶ σῶν γε γονάτων, κοὐ μεθήσομαί ποτε.κάκ’, ὦ τάλαινα, σοὶ τάδ’, εἰ πεύσῃ, κακά.μεῖζον γὰρ ἢ σοῦ μὴ τυχεῖν τί μοι κακόν;ὀλεῖς· τὸ μέντοι πρᾶγμ’ ἐμοὶ τιμὴν φέρει.κἄπειτα κρύπτεις χρήσθ’ ἱκνουμένης ἐμοῦ;ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλὰ μηχανώμεθα.οὐκοῦν λέγουσα τιμιωτέρα φανῇ.ἄπελθε πρὸς θεῶν δεξιᾶς τ’ ἐμῆς μέθες.οὐ δῆτ’, ἐπεί μοι δῶρον οὐ δίδως ὃ χρῆν.δώσω· σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν.σιγῷμ’ ἂν ἤδη· σὸς γὰρ οὑντεῦθεν λόγος.ὦ τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον,ὃν ἔσχε Ταύρου, τέκνον, ἢ τί φῂς τόδε;σύ τ’, ὦ τάλαιν’ ὅμαιμε, Διονύσου δάμαρ,τέκνον, τί πάσχεις; συγγόνους κακορροθεῖς;τρίτη δ’ ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι.ἔκ τοι πέπληγμαι· ποῖ προβήσεται λόγος;ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς.οὐδέν τι μᾶλλον οἶδ’ ἃ βούλομαι κλύειν.φεῦ·πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;οὐ μάντις εἰμὶ τἀφανῆ γνῶναι σαφῶς.τί τοῦθ’, ὃ δὴ λέγουσιν ἀνθρώπους, ἐρᾶν;ἥδιστον, ὦ παῖ, ταὐτὸν ἀλγεινόν θ’ ἅμα.ἡμεῖς ἂν εἶμεν θατέρῳ κεχρημένοι.τί φῄς; ἐρᾷς, ὦ τέκνον; ἀνθρώπων τίνος;ὅστις ποθ’ οὗτός ἐσθ’, ὁ τῆς ἈμαζόνοςἹππόλυτον αὐδᾷς;σοῦ τάδ’, οὐκ ἐμοῦ κλύεις.οἴμοι, τί λέξεις, τέκνον; ὥς μ’ ἀπώλεσας.γυναῖκες, οὐκ ἀνασχέτ’· οὐκ ἀνέξομαιζῶσ’· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος.ῥίψω μεθήσω σῶμ’, ἀπαλλαχθήσομαιβίου θανοῦσα· χαίρετ’· οὐκέτ’ εἴμ’ ἐγώ.