σὺ δ’ οὐκ ἀνάγκην προσφέρεις, πειρωμένηνόσον πυθέσθαι τῆσδε καὶ πλάνον φρενῶν;ἐς πάντ’ ἀφῖγμαι κοὐδὲν εἴργασμαι πλέον·οὐ μὴν ἀνήσω γ’ οὐδὲ νῦν προθυμίας,ὡς ἂν παροῦσα καὶ σύ μοι ξυμμαρτυρῇςοἵα πέφυκα δυστυχοῦσι δεσπόταις.ἄγ’, ὦ φίλη παῖ, τῶν πάροιθε μὲν λόγωνλαθώμεθ’ ἄμφω, καὶ σύ θ’ ἡδίων γενοῦστυγνὴν ὀφρὺν λύσασα καὶ γνώμης ὁδόν,ἐγώ θ’ ὅπῃ σοι μὴ καλῶς τόθ’ εἱπόμηνμεθεῖσ’ ἐπ’ ἄλλον εἶμι βελτίω λόγον.κεἰ μὲν νοσεῖς τι τῶν ἀπορρήτων κακῶν,γυναῖκες αἵδε συγκαθιστάναι νόσον·εἰ δ’ ἔκφορός σοι συμφορὰ πρὸς ἄρσενας,λέγ’, ὡς ἰατροῖς πρᾶγμα μηνυθῇ τόδε.εἶἑν· τί σιγᾷς; οὐκ ἐχρῆν σιγᾶν, τέκνον,ἀλλ’ ἤ μ’ ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω,ἢ τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις.φθέγξαι τι, δεῦρ’ ἄθρησον. — ὦ τάλαιν’ ἐγώ,γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους,ἴσον δ’ ἄπεσμεν τῷ πρίν· οὔτε γὰρ τότελόγοις ἐτέγγεθ’ ἥδε νῦν τ’ οὐ πείθεται. —ἀλλ’ ἴσθι μέντοι — πρὸς τάδ’ αὐθαδεστέραγίγνου θαλάσσης — εἰ θανῇ, προδοῦσα σοὺςπαῖδας πατρῴων μὴ μεθέξοντας δόμων,μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα,ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατονόθον φρονοῦντα γνήσι’, οἶσθά νιν καλῶς,Ἱππόλυτονοἴμοι.θιγγάνει σέθεν τόδε;ἀπώλεσάς με, μαῖα, καί σε πρὸς θεῶντοῦδ’ ἀνδρὸς αὖθις λίσσομαι σιγᾶν πέρι.ὁρᾷς; φρονεῖς μὲν εὖ, φρονοῦσα δ’ οὐ θέλειςπαῖδάς τ’ ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον.φιλῶ τέκν’· ἄλλῃ δ’ ἐν τύχῃ χειμάζομαι.ἁγνὰς μέν, ὦ παῖ, χεῖρας αἵματος φορεῖς;χεῖρες μὲν ἁγναί, φρὴν δ’ ἔχει μίασμά τι.μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος;φίλος μ’ ἀπόλλυσ’ οὐχ ἑκοῦσαν οὐχ ἑκών.