φεῦ φεῦ, τλήμων.μαῖα, πάλιν μου κρύψον κεφαλήν,αἰδούμεθα γὰρ τὰ λελεγμένα μοι.κρύπτε· κατ’ ὄσσων δάκρυ μοι βαίνει,καὶ ἐπ’ αἰσχύνην ὄμμα τέτραπται.τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾷ·τὸ δὲ μαινόμενον κακόν· ἀλλὰ κρατεῖμὴ γιγνώσκοντ’ ἀπολέσθαι.κρύπτω· τὸ δ’ ἐμὸν πότε δὴ θάνατοςσῶμα καλύψει;πολλὰ διδάσκει μ’ ὁ πολὺς βίοτος.χρῆν γὰρ μετρίας εἰς ἀλλήλουςφιλίας θνητοὺς ἀνακίρνασθαικαὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς,εὔλυτα δ’ εἶναι στέργηθρα φρενῶνἀπό τ’ ὤσασθαι καὶ ξυντεῖναι.τὸ δ’ ὑπὲρ δισσῶν μίαν ὠδίνεινψυχὴν χαλεπὸν βάρος, ὡς κἀγὼτῆσδ’ ὑπεραλγῶ.βιότου δ’ ἀτρεκεῖς ἐπιτηδεύσειςφασὶ σφάλλειν πλέον ἢ τέρπειντῇ θ’ ὑγιείᾳ μᾶλλον πολεμεῖν.οὕτω τὸ λίαν ἧσσον ἐπαινῶτοῦ μηδὲν ἄγαν·καὶ ξυμφήσουσι σοφοί μοι.γύναι γεραιά, βασιλίδος πιστὴ τροφὲΦαίδρας, ὁρῶμεν τάσδε δυστήνους τύχας,ἄσημα δ’ ἡμῖν ἥτις ἐστὶν ἡ νόσος·σοῦ δ’ ἂν πυθέσθαι καὶ κλύειν βουλοίμεθ’ ἄν.οὐκ οἶδ’ ἐλέγχους· οὐ γὰρ ἐννέπειν θέλει.οὐδ’ ἥτις ἀρχὴ τῶνδε πημάτων ἔφυ;ἐς ταὐτὸν ἥκεις· πάντα γὰρ σιγᾷ τάδε.ὡς ἀσθενεῖ τε καὶ κατέξανται δέμας.πῶς δ’ οὔ, τριταίαν γ’ οὖσ’ ἄσιτος ἡμέραν;πότερον ὑπ’ ἄτης ἢ θανεῖν πειρωμένη;θανεῖν; ἀσιτεῖ γ’ εἰς ἀπόστασιν βίου.θαυμαστὸν εἶπας, εἰ τάδ’ ἐξαρκεῖ πόσει.κρύπτει γὰρ ἥδε πῆμα κοὔ φησιν νοσεῖν.ὃ δ’ ἐς πρόσωπον οὐ τεκμαίρεται βλέπων;ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός.