θάρσει, τέκνον, καὶ μὴ χαλεπῶςμετάβαλλε δέμας.ῥᾷον δὲ νόσον μετά θ’ ἡσυχίαςκαὶ γενναίου λήματος οἴσεις·μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη.αἰαῖ·πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδοςκαθαρῶν ὑδάτων πῶμ’ ἀρυσαίμαν,ὑπό τ’ αἰγείροις ἔν τε κομήτῃλειμῶνι κλιθεῖσ’ ἀναπαυσαίμαν;ὦ παῖ, τί θροεῖς;οὐ μὴ παρ’ ὄχλῳ τάδε γηρύσῃμανίας ἔποχον ῥίπτουσα λόγον;πέμπετέ μ’ εἰς ὄρος· εἶμι πρὸς ὕλανκαὶ παρὰ πεύκας, ἵνα θηροφόνοιστείβουσι κύνεςβαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι·πρὸς θεῶν, ἔραμαι κυσὶ θωΰξαικαὶ παρὰ χαίταν ξανθὰν ῥῖψαιΘεσσαλὸν ὅρπακ’, ἐπίλογχον ἔχουσ’ἐν χειρὶ βέλος.τί ποτ’, ὦ τέκνον, τάδε κηραίνεις;τί κυνηγεσίων καὶ σοὶ μελέτη;τί δὲ κρηναίων νασμῶν ἔρασαι;πάρα γὰρ δροσερὰ πύργοις συνεχὴςκλιτύς, ὅθεν σοι πῶμα γένοιτ’ ἄν.δέσποιν’ ἁλίας Ἄρτεμι Λίμναςκαὶ γυμνασίων τῶν ἱπποκρότων,εἴθε γενοίμαν ἐν σοῖς δαπέδοις,πώλους Ἐνέτας δαμαλιζομένα.τί τόδ’ αὖ παράφρων ἔρριψας ἔπος;νῦν δὴ μὲν ὄρος βᾶσ’ ἐπὶ θήραςπόθον ἐστέλλου, νῦν δ’ αὖ ψαμάθοιςἐπ’ ἀκυμάντοις πώλων ἔρασαι.τάδε μαντείας ἄξια πολλῆς,ὅστις σε θεῶν ἀνασειράζεικαὶ παρακόπτει φρένας, ὦ παῖ.δύστηνος ἐγώ, τί ποτ’ εἰργασάμην;ποῖ παρεπλάγχθην γνώμης ἀγαθῆς;ἐμάνην, ἔπεσον δαίμονος ἄτῃ.