ἁρμονίᾳ κακὰ δύστανος ἀμηχανία συνοικεῖν,ὠδινῶν τε καὶ ἀφροσύνας.δι’ ἐμᾶς ᾖξέν ποτε νηδύος ἅδ’αὔρα. τὰν δ’ εὔλοχον οὐρανίαντόξων μεδέουσαν ἀύτευνἌρτεμιν, καί μοι πολυζήλωτος αἰεὶσὺν θεοῖσι φοιτᾷ.— ἀλλ’ ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶντήνδε κομίζουσ’ ἔξω μελάθρων·στυγνὸν δ’ ὀφρύων νέφος αὐξάνεται.τί ποτ’ ἔστι μαθεῖν ἔραται ψυχή,τί δεδήληταιδέμας ἀλλόχροον βασιλείας.ὦ κακὰ θνητῶν στυγεραί τε νόσοι.τί σ’ ἐγὼ δράσω; τί δὲ μὴ δράσω;τόδε σοι φέγγος λαμπρόν, ὅδ’ αἰθήρ·ἔξω δὲ δόμων ἤδη νοσερᾶςδέμνια κοίτης.δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι·τάχα δ’ ἐς θαλάμους σπεύσεις τὸ πάλιν.ταχὺ γὰρ σφάλλῃ κοὐδενὶ χαίρεις,οὐδέ σ’ ἀρέσκει τὸ παρόν, τὸ δ’ ἀπὸνφίλτερον ἡγῇ.κρεῖσσον δὲ νοσεῖν ἢ θεραπεύειν·τὸ μέν ἐστιν ἁπλοῦν, τῷ δὲ συνάπτειλύπη τε φρενῶν χερσίν τε πόνος.πᾶς δ’ ὀδυνηρὸς βίος ἀνθρώπων,κοὐκ ἔστι πόνων ἀνάπαυσις.ἀλλ’ ὅ τι τοῦ ζῆν φίλτερον ἄλλοσκότος ἀμπίσχων κρύπτει νεφέλαις.τοῦ δ’ ὅ τι τοῦτο στίλβει κατὰ γῆνδυσέρωτες δὴ φαινόμεθ’ ὄντες,δι’ ἀπειροσύνην ἄλλου βιότουκοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας·μύθοις δ’ ἄλλως φερόμεσθα.ἄρατέ μου δέμας, ὀρθοῦτε κάρα·λέλυμαι μελέων σύνδεσμα φίλων.λάβετ’ εὐπήχεις χεῖρας, πρόπολοι.βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχειν·ἄφελ’, ἀμπέτασον βόστρυχον ὤμοις.