πήματος ἔξω πόδα τοῦδ’ ἀνέχεις;ὡς ἔν γ’ ἀγαθοῖς ἀνδράσιν οὔ σοικτητὸν βιότου μέρος ἐστίν.ἄκουε, Θησεῦ, σῶν κακῶν κατάστασιν·καίτοι προκόψω γ’ οὐδέν, ἀλγυνῶ δέ σε.ἀλλ’ ἐς τόδ’ ἦλθον, παιδὸς ἐκδεῖξαι φρένατοῦ σοῦ δικαίαν, ὡς ὑπ’ εὐκλείας θάνῃ,καὶ σῆς γυναικὸς οἶστρον ἢ τρόπον τινὰγενναιότητα· τῆς γὰρ ἐχθίστης θεῶνἡμῖν, ὅσαισι παρθένειος ἡδονή,δηχθεῖσα κέντροις παιδὸς ἠράσθη σέθεν.γνώμῃ δὲ νικᾶν τὴν Κύπριν πειρωμένητροφοῦ διώλετ’ οὐχ ἑκοῦσα μηχαναῖς,ἣ σῷ δι’ ὅρκων παιδὶ σημαίνει νόσον.ὃ δ’, ὥσπερ ὢν δίκαιος, οὐκ ἐφέσπετολόγοισιν, οὐδ’ αὖ πρὸς σέθεν κακούμενοςὅρκων ἀφεῖλε πίστιν, εὐσεβὴς γεγώς.ἣ δ’ εἰς ἔλεγχον μὴ πέσῃ φοβουμένηψευδεῖς γραφὰς ἔγραψε καὶ διώλεσενδόλοισι σὸν παῖδ’· ἀλλ’ ὅμως ἔπεισέ σε.οἴμοι.δάκνει σε, Θησεῦ, μῦθος; ἀλλ’ ἔχ’ ἥσυχος,τοὐνθένδ’ ἀκούσας ὡς ἂν οἰμώξῃς πλέον.ἆρ’ οἶσθα πατρὸς τρεῖς ἀρὰς ἔχων σαφεῖς;ὧν τὴν μίαν παρεῖλες, ὦ κάκιστε σύ,ἐς παῖδα τὸν σόν, ἐξὸν εἰς ἐχθρόν τινα.πατὴρ μὲν οὖν σοι πόντιος φρονῶν καλῶςἔδωχ’ ὅσονπερ χρῆν, ἐπείπερ ᾔνεσεν·σὺ δ’ ἔν τ’ ἐκείνῳ κἀν ἐμοὶ φαίνῃ κακός,ὃς οὔτε πίστιν οὔτε μάντεων ὄπαἔμεινας, οὐκ ἤλεγξας, οὐ χρόνῳ μακρῷσκέψιν παρέσχες, ἀλλὰ θᾶσσον ἤ σ’ ἐχρῆνἀρὰς ἀφῆκας παιδὶ καὶ κατέκτανες.δέσποιν’, ὀλοίμην.δείν’ ἔπραξας, ἀλλ’ ὅμωςἔτ’ ἔστι καί σοι τῶνδε συγγνώμης τυχεῖν·Κύπρις γὰρ ἤθελ’ ὥστε γίγνεσθαι τόδε,πληροῦσα θυμόν. θεοῖσι δ’ ὧδ’ ἔχει νόμος·οὐδεὶς ἀπαντᾶν βούλεται προθυμίᾳτῇ τοῦ θέλοντος, ἀλλ’ ἀφιστάμεσθ’ ἀεί.