ἐπεί, σάφ’ ἴσθι, Ζῆνα μὴ φοβουμένηοὐκ ἄν ποτ’ ἦλθον ἐς τόδ’ αἰσχύνης ἐγὼὥστ’ ἄνδρα πάντων φίλτατον βροτῶν ἐμοὶθανεῖν ἐᾶσαι. τὴν δὲ σὴν ἁμαρτίαντὸ μὴ εἰδέναι μὲν πρῶτον ἐκλύει κάκης·ἔπειτα δ’ ἡ θανοῦσ’ ἀνήλωσεν γυνὴλόγων ἐλέγχους ὥστε σὴν πεῖσαι φρένα.μάλιστα μέν νυν σοὶ τάδ’ ἔρρωγεν κακά,λύπη δὲ κἀμοί· τοὺς γὰρ εὐσεβεῖς θεοὶθνῄσκοντας οὐ χαίρουσι· τούς γε μὴν κακοὺςαὐτοῖς τέκνοισι καὶ δόμοις ἐξόλλυμεν.καὶ μὴν ὁ τάλας ὅδε δὴ στείχει,σάρκας νεαρὰς ξανθόν τε κάραδιαλυμανθείς. ὦ πόνος οἴκων,οἷον ἐκράνθη δίδυμον μελάθροιςπένθος θεόθεν καταληπτόν.αἰαῖ αἰαῖ·δύστηνος ἐγώ, πατρὸς ἐξ ἀδίκουχρησμοῖς ἀδίκοις διελυμάνθην.ἀπόλωλα τάλας, οἴμοι μοι.διά μου κεφαλῆς ᾄσσουσ’ ὀδύναι,κατὰ δ’ ἐγκέφαλον πηδᾷ σφάκελος.σχές, ἀπειρηκὸς σῶμ’ ἀναπαύσω.ἓ ἕ·ὦ στυγνὸν ὄχημ’ ἵππειον, ἐμῆςβόσκημα χερός,διά μ’ ἔφθειρας, κατὰ δ’ ἔκτεινας.φεῦ φεῦ· πρὸς θεῶν, ἀτρέμας, δμῶες,χροὸς ἑλκώδους ἅπτεσθε χεροῖν.τίς ἐφέστηκεν δεξιὰ πλευροῖς;πρόσφορά μ’ αἴρετε, σύντονα δ’ ἕλκετετὸν κακοδαίμονα καὶ κατάρατονπατρὸς ἀμπλακίαις. Ζεῦ Ζεῦ, τάδ’ ὁρᾷς;ὅδ’ ὁ σεμνὸς ἐγὼ καὶ θεοσέπτωρ,ὅδ’ ὁ σωφροσύνῃ πάντας ὑπερσχὼνπροῦπτον ἐς Ἅιδην στείχω κατ’ ἄκραςὀλέσας βίοτον· μόχθους δ’ ἄλλωςτῆς εὐσεβίαςεἰς ἀνθρώπους ἐπόνησα.αἰαῖ αἰαῖ·