τὸν σὸν πιθέσθαι παῖδ’ ὅπως ἐστὶν κακός·οὐδ’ εἰ γυναικῶν πᾶν κρεμασθείη γένος,καὶ τὴν ἐν Ἴδῃ γραμμάτων πλήσειέ τιςπεύκην, ἐπεί νιν ἐσθλὸν ὄντ’ ἐπίσταμαι.αἰαῖ· κέκρανται συμφορὰ νέων κακῶν,οὐδ’ ἔστι μοίρας τοῦ χρεών τ’ ἀπαλλαγή.μίσει μὲν ἀνδρὸς τοῦ πεπονθότος τάδελόγοισιν ἥσθην τοῖσδε· νῦν δ’ αἰδούμενοςθεούς τ’ ἐκεῖνόν θ’, οὕνεκ’ ἐστὶν ἐξ ἐμοῦ,οὔθ’ ἥδομαι τοῖσδ’ οὔτ’ ἐπάχθομαι κακοῖς.πῶς οὖν; κομίζειν, ἢ τί χρὴ τὸν ἄθλιονδράσαντας ἡμᾶς σῇ χαρίζεσθαι φρενί;φρόντιζ’· ἐμοῖς δὲ χρώμενος βουλεύμασινοὐκ ὠμὸς ἐς σὸν παῖδα δυστυχοῦντ’ ἔσῃ.κομίζετ’ αὐτόν, ὡς ἰδὼν ἐν ὄμμασιντὸν τἄμ’ ἀπαρνηθέντα μὴ χρᾶναι λέχηλόγοις τ’ ἐλέγξω δαιμόνων τε συμφοραῖς.σὺ τὰν θεῶν ἄκαμπτον φρένα καὶ βροτῶνἄγεις, Κύπρι, σὺν δ’ὁ ποικιλόπτερος ἀμφιβαλὼνὠκυτάτῳ πτερῷ.ποτᾶται δὲ γαῖαν εὐάχητόν θ’ἁλμυρὸν ἐπὶ πόντον.θέλγει δ’ Ἔρως, ᾧ μαινομένᾳ κραδίᾳπτανὸς ἐφορμάσῃ χρυσοφαής,φύσιν ὀρεσκόων σκυλάκων πελαγίων θ’ὅσα τε γᾶ τρέφειτά τ’ ἀέλιος αἰθόμενα δέρκεται,ἄνδρας τε· συμπάντων βασιληίδα τιμάν,Κύπρι, τῶνδε μόνα κρατύνεις.σὲ τὸν εὐπατρίδην Αἰγέως κέλομαιπαῖδ’ ἐπακοῦσαι·Λητοῦς δὲ κόρη σ’ Ἄρτεμις αὐδῶ.Θησεῦ, τί τάλας τοῖσδε συνήδῃ,παῖδ’ οὐχ ὁσίως σὸν ἀποκτείνας,ψευδέσι μύθοις ἀλόχου πεισθεὶςἀφανῆ; φανερὰν δ’ ἔσχεθες ἄτην.πῶς οὐχ ὑπὸ γῆς τάρταρα κρύπτειςδέμας αἰσχυνθείς,ἢ πτηνὸς ἄνω μεταβὰς βίοτον