πολὺν καχλάζον ποντίῳ φυσήματιχωρεῖ πρὸς ἀκτὰς οὗ τέθριππος ἦν ὄχος.αὐτῷ δὲ σὺν κλύδωνι καὶ τρικυμίᾳκῦμ’ ἐξέθηκε ταῦρον, ἄγριον τέρας·οὗ πᾶσα μὲν χθὼν φθέγματος πληρουμένηφρικῶδες ἀντεφθέγγετ’, εἰσορῶσι δὲκρεῖσσον θέαμα δεργμάτων ἐφαίνετο.εὐθὺς δὲ πώλοις δεινὸς ἐμπίπτει φόβος·καὶ δεσπότης μὲν ἱππικοῖσιν ἤθεσινπολὺς ξυνοικῶν ἥρπασ’ ἡνίας χεροῖν,ἕλκει δὲ κώπην ὥστε ναυβάτης ἀνὴρἱμᾶσιν ἐς τοὔπισθεν ἀρτήσας δέμας·αἳ δ’ ἐνδακοῦσαι στόμια πυριγενῆ γναθμοῖςβίᾳ φέρουσιν, οὔτε ναυκλήρου χερὸςοὔθ’ ἱπποδέσμων οὔτε κολλητῶν ὄχωνμεταστρέφουσαι. κεἰ μὲν ἐς τὰ μαλθακὰγαίας ἔχων οἴακας εὐθύνοι δρόμον,προυφαίνετ’ ἐς τὸ πρόσθεν, ὥστ’ ἀναστρέφειν,ταῦρος, φόβῳ τέτρωρον ἐκμαίνων ὄχον·εἰ δ’ ἐς πέτρας φέροιντο μαργῶσαι φρένας,σιγῇ πελάζων ἄντυγι ξυνείπετοἐς τοῦθ’ ἕως ἔσφηλε κἀνεχαίτισεν,ἁψῖδα πέτρῳ προσβαλὼν ὀχήματος.σύμφυρτα δ’ ἦν ἅπαντα· σύριγγές τ’ ἄνωτροχῶν ἐπήδων ἀξόνων τ’ ἐνήλατα.αὐτὸς δ’ ὁ τλήμων ἡνίαισιν ἐμπλακεὶςδεσμὸν δυσεξήνυστον ἕλκεται δεθείς,σποδούμενος μὲν πρὸς πέτραις φίλον κάραθραύων τε σάρκας, δεινὰ δ’ ἐξαυδῶν κλύειν·Στῆτ’, ὦ φάτναισι ταῖς ἐμαῖς τεθραμμέναι,μή μ’ ἐξαλείψητ’· ὦ πατρὸς τάλαιν’ ἀρά.τίς ἄνδρ’ ἄριστον βούλεται σῶσαι παρών;πολλοὶ δὲ βουληθέντες ὑστέρῳ ποδὶἐλειπόμεσθα. χὣ μὲν ἐκ δεσμῶν λυθεὶςτμητῶν ἱμάντων οὐ κάτοιδ’ ὅτῳ τρόπῳπίπτει, βραχὺν δὴ βίοτον ἐμπνέων ἔτι·ἵπποι δ’ ἔκρυφθεν καὶ τὸ δύστηνον τέραςταύρου λεπαίας οὐ κάτοιδ’ ὅποι χθονός.δοῦλος μὲν οὖν ἔγωγε σῶν δόμων, ἄναξ,ἀτὰρ τοσοῦτόν γ’ οὐ δυνήσομαί ποτε,