πῶς καὶ διώλετ’; εἰπέ· τῷ τρόπῳ Δίκηςἔπαισεν αὐτὸν ῥόπτρον αἰσχύναντ’ ἐμέ;ἡμεῖς μὲν ἀκτῆς κυμοδέγμονος πέλαςψήκτραισιν ἵππων ἐκτενίζομεν τρίχαςκλαίοντες· ἦλθε γάρ τις ἄγγελος λέγωνὡς οὐκέτ’ ἐν γῇ τῇδ’ ἀναστρέψοι πόδαἹππόλυτος, ἐκ σοῦ τλήμονας φυγὰς ἔχων.ὃ δ’ ἦλθε ταὐτὸν δακρύων ἔχων μέλοςἡμῖν ἐπ’ ἀκτάς· μυρία δ’ ὀπισθόπουςφίλων ἅμ’ ἔστειχ’ ἡλίκων θ’ ὁμήγυρις.χρόνῳ δὲ δήποτ’ εἶπ’ ἀπαλλαχθεὶς γόων·Τί ταῦτ’ ἀλύω; πειστέον πατρὸς λόγοις.ἐντύναθ’ ἵππους ἅρμασι ζυγηφόρους,δμῶες· πόλις γὰρ οὐκέτ’ ἔστιν ἥδε μοι.τοὐνθένδε μέντοι πᾶς ἀνὴρ ἠπείγετο,καὶ θᾶσσον ἢ λέγοι τις ἐξηρτυμέναςπώλους παρ’ αὐτὸν δεσπότην ἐστήσαμεν.μάρπτει δὲ χερσὶν ἡνίας ἀπ’ ἄντυγος,αὐταῖσιν ἀρβύλαισιν ἁρμόσας πόδα.καὶ πρῶτα μὲν θεοῖς εἶπ’ ἀναπτύξας χέρας·Ζεῦ, μηκέτ’ εἴην, εἰ κακὸς πέφυκ’ ἀνήρ·αἴσθοιτο δ’ ἡμᾶς ὡς ἀτιμάζει πατὴρἤτοι θανόντας ἢ φάος δεδορκότας.κἀν τῷδ’ ἐπῆγε κέντρον ἐς χεῖρας λαβὼνπώλοις ὁμαρτῇ· πρόσπολοι δ’ ὑφ’ ἅρματοςπέλας χαλινῶν εἱπόμεσθα δεσπότῃτὴν εὐθὺς Ἄργους κἀπιδαυρίας ὁδόν.ἐπεὶ δ’ ἔρημον χῶρον εἰσεβάλλομεν,ἀκτή τις ἔστι τοὐπέκεινα τῆσδε γῆςπρὸς πόντον ἤδη κειμένη Σαρωνικόν.ἔνθεν τις ἠχὼ χθόνιος ὡς βροντὴ Διὸςβαρὺν βρόμον μεθῆκε, φρικώδη κλύειν·ὀρθὸν δὲ κρᾶτ’ ἔστησαν οὖς τ’ ἐς οὐρανὸνἵπποι· παρ’ ἡμῖν δ’ ἦν φόβος νεανικὸςπόθεν ποτ’ εἴη φθόγγος. ἐς δ’ ἁλιρρόθουςἀκτὰς ἀποβλέψαντες ἱερὸν εἴδομενκῦμ’ οὐρανῷ στηρίζον, ὥστ’ ἀφῃρέθηΣκίρωνος ἀκτὰς ὄμμα τοὐμὸν εἰσορᾶν·ἔκρυπτε δ’ Ἰσθμὸν καὶ πέτραν Ἀσκληπιοῦ.κἄπειτ’ ἀνοιδῆσάν τε καὶ πέριξ ἀφρὸν