ὠκυπόδων μέτα θῆρας ἔναιρενΔίκτυνναν ἀμφὶ σεμνάν.οὐκέτι συζυγίαν πώλων Ἐνετᾶν ἐπιβάσῃτὸν ἀμφὶ Λίμνας τρόχονκατέχων ποδὶ γυμνάδος ἵππου.μοῦσα δ’ ἄυπνος ὑπ’ ἄντυγι χορδᾶνλήξει πατρῷον ἀνὰ δόμον·ἀστέφανοι δὲ κόρας ἀνάπαυλαιΛατοῦς βαθεῖαν ἀνὰ χλόαν·νυμφιδία δ’ ἀπόλωλε φυγᾷ σᾷλέκτρων ἅμιλλα κούραις.— ἐγὼ δὲ σᾷ δυστυχίᾳδάκρυσι διοίσω πότμονἄποτμον· ὦ τάλαινα μᾶ-τερ, ἔτεκες ἀνόνατα· φεῦ·μανίω θεοῖσιν·ἰὼ ἰώ·συζύγιαι Χάριτες, τί τὸν τάλαν’ ἐκ πατρίας γᾶςοὐδὲν ἄτας αἴτιονπέμπετε τῶνδ’ ἀπ’ οἴκων;— καὶ μὴν ὀπαδὸν Ἱππολύτου τόνδ’ εἰσορῶσπουδῇ σκυθρωπὸν πρὸς δόμους ὁρμώμενον.ποῖ γῆς ἄνακτα τῆσδε Θησέα μολὼνεὕροιμ’ ἄν, ὦ γυναῖκες; εἴπερ ἴστε μοισημήνατ’· ἆρα τῶνδε δωμάτων ἔσω;ὅδ’ αὐτὸς ἔξω δωμάτων πορεύεται.Θησεῦ, μερίμνης ἄξιον φέρω λόγονσοὶ καὶ πολίταις οἵ τ’ Ἀθηναίων πόλινναίουσι καὶ γῆς τέρμονας Τροζηνίας.τί δ’ ἔστι; μῶν τις συμφορὰ νεωτέραδισσὰς κατείληφ’ ἀστυγείτονας πόλεις;Ἱππόλυτος οὐκέτ’ ἔστιν, ὡς εἰπεῖν ἔπος·δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς.πρὸς τοῦ; δι’ ἔχθρας μῶν τις ἦν ἀφιγμένος,ὅτου κατῄσχυν’ ἄλοχον ὡς πατρὸς βίᾳ;οἰκεῖος αὐτὸν ὤλεσ’ ἁρμάτων ὄχοςἀραί τε τοῦ σοῦ στόματος, ἃς σὺ σῷ πατρὶπόντου κρέοντι παιδὸς ἠράσω πέρι.ὦ θεοὶ Πόσειδόν θ’, ὡς ἄρ’ ἦσθ’ ἐμὸς πατὴρὀρθῶς, ἀκούσας τῶν ἐμῶν κατευγμάτων.