ἢ τοὺς τεκόντας ὅσια δρᾶν δίκαιος ὤν.ὦ δυστάλαινα μῆτερ, ὦ πικραὶ γοναί·μηδείς ποτ’ εἴη τῶν ἐμῶν φίλων νόθος.οὐχ ἕλξετ’ αὐτόν, δμῶες; οὐκ ἀκούετεπάλαι ξενοῦσθαι τόνδε προυννέποντά με;κλαίων τις αὐτῶν ἆρ’ ἐμοῦ τεθίξεται·σὺ δ’ αὐτός, εἴ σοι θυμός, ἐξώθει χθονός.δράσω τάδ’, εἰ μὴ τοῖς ἐμοῖς πείσῃ λόγοις·οὐ γάρ τις οἶκτος σῆς μ’ ὑπέρχεται φυγῆς.ἄραρεν, ὡς ἔοικεν· ὦ τάλας ἐγώ·ὡς οἶδα μὲν ταῦτ’, οἶδα δ’ οὐχ ὅπως φράσω.ὦ φιλτάτη μοι δαιμόνων Λητοῦς κόρη,σύνθακε, συγκύναγε, φευξόμεσθα δὴκλεινὰς Ἀθήνας. ἀλλὰ χαιρέτω πόλιςκαὶ γαῖ’ Ἐρεχθέως· ὦ πέδον Τροζήνιον,ὡς ἐγκαθηβᾶν πόλλ’ ἔχεις εὐδαίμονα,χαῖρ’· ὕστατον γάρ σ’ εἰσορῶν προσφθέγγομαι.ἴτ’ ὦ νέοι μοι τῆσδε γῆς ὁμήλικες,προσείπαθ’ ἡμᾶς καὶ προπέμψατε χθονός·ὡς οὔποτ’ ἄλλον ἄνδρα σωφρονέστερονὄψεσθε, κεἰ μὴ ταῦτ’ ἐμῷ δοκεῖ πατρί.ἦ μέγα μοι τὰ θεῶν μελεδήμαθ’, ὅταν φρένας ἔλθῃ,λύπας παραιρεῖ· ξύνεσιν δέ τιν’ ἐλπίδι κεύθωνλείπομαι ἔν τε τύχαις θνατῶν καὶ ἐν ἔργμασι λεύσσων·ἄλλα γὰρ ἄλλοθεν ἀμείβεται, μετὰ δ’ ἵσταται ἀνδράσιναἰὼνπολυπλάνητος αἰεί.εἴθε μοι εὐξαμένᾳ θεόθεν τάδε μοῖρα παράσχοι,τύχαν μετ’ ὄλβου καὶ ἀκήρατον ἄλγεσι θυμόν·δόξα δὲ μήτ’ ἀτρεκὴς μήτ’ αὖ παράσημος ἐνείη·ῥᾴδια δ’ ἤθεα τὸν αὔριον μεταβαλλομένα χρόνον αἰεὶβίον συνευτυχοίην.οὐκέτι γὰρ καθαρὰν φρέν’ ἔχω τὰ παρ’ ἐλπίδα λεύσ-σων,ἐπεὶ τὸν Ἑλλανίαςφανερώτατον ἀστέρ’ Ἀθήναςεἴδομεν εἴδομεν ἐκ πατρὸς ὀργᾶςἄλλαν ἐπ’ αἶαν ἱέμενον.ὦ ψάμαθοι πολιήτιδος ἀκτᾶς,ὦ δρυμὸς ὄρειος, ὅθι κυνῶν