εἰ γὰρ σὺ μὲν παῖς ἦσθ’, ἐγὼ δὲ σὸς πατήρ,ἔκτεινά τοί σ’ ἂν κοὐ φυγαῖς ἐζημίουν,εἴπερ γυναικὸς ἠξίουν σ’ ἐμῆς θιγεῖν.ὡς ἄξιον τόδ’ εἶπας· οὐχ οὕτω θανῇ.ταχὺς γὰρ Ἅιδης ῥᾷστος ἀνδρὶ δυστυχεῖ·ἀλλ’ ἐκ πατρῴας φυγὰς ἀλητεύων χθονὸςὥσπερ σὺ σαυτῷ τόνδε προύθηκας νόμον —ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσεις βίον·μισθὸς γὰρ οὗτός ἐστιν ἀνδρὶ δυσσεβεῖ.οἴμοι, τί δράσεις; οὐδὲ μηνυτὴν χρόνονδέξῃ καθ’ ἡμῶν, ἀλλά μ’ ἐξελᾷς χθονός;πέραν γε πόντου καὶ τόπων Ἀτλαντικῶν,εἴ πως δυναίμην, ὡς σὸν ἐχθαίρω κάρα.οὐδ’ ὅρκον οὐδὲ πίστιν οὐδὲ μάντεωνφήμας ἐλέγξας ἄκριτον ἐκβαλεῖς με γῆς;ἡ δέλτος ἥδε κλῆρον οὐ δεδεγμένηκατηγορεῖ σου πιστά· τοὺς δ’ ὑπὲρ κάραφοιτῶντας ὄρνις πόλλ’ ἐγὼ χαίρειν λέγω.ὦ θεοί, τί δῆτα τοὐμὸν οὐ λύω στόμα,ὅστις γ’ ὑφ’ ὑμῶν, οὓς σέβω, διόλλυμαι;οὐ δῆτα· πάντως οὐ πίθοιμ’ ἂν οὕς με δεῖ,μάτην δ’ ἂν ὅρκους συγχέαιμ’ οὓς ὤμοσα.οἴμοι, τὸ σεμνὸν ὥς μ’ ἀποκτενεῖ τὸ σόν.οὐκ εἶ πατρῴας ἐκτὸς ὡς τάχιστα γῆς;ποῖ δῆθ’ ὁ τλήμων τρέψομαι; τίνος ξένωνδόμους ἔσειμι, τῇδ’ ἐπ’ αἰτίᾳ φυγών;ὅστις γυναικῶν λυμεῶνας ἥδεταιξένους κομίζων καὶ ξυνοικούρους κακῶν.αἰαῖ, πρὸς ἧπαρ· δακρύων τ’ ἐγγὺς τόδε,εἰ δὴ κακός γε φαίνομαι, δοκῶ τέ σοι.τότε στενάζειν καὶ προγιγνώσκειν σ’ ἐχρῆνὅτ’ ἐς πατρῴαν ἄλοχον ὑβρίζειν ἔτλης.ὦ δώματ’, εἴθε φθέγμα γηρύσαισθέ μοικαὶ μαρτυρήσαιτ’ εἰ κακὸς πέφυκ’ ἀνήρ.ἐς τοὺς ἀφώνους μάρτυρας φεύγεις σοφῶς·τὸ δ’ ἔργον οὐ λέγον σε μηνύει κακόν.φεῦ·εἴθ’ ἦν ἐμαυτὸν προσβλέπειν ἐναντίονστάνθ’, ὡς ἐδάκρυσ’ οἷα πάσχομεν κακά.πολλῷ γε μᾶλλον σαυτὸν ἤσκησας σέβειν