οὐκ ἔστʼ ἀνυστὸν τόνδε σοι κατακτανεῖν.ἄλλως ἄρʼ αὐτὸν αἰχμάλωτον εἵλομεν;εἴργει δὲ δὴ τίς τόνδε μὴ θνῄσκειν νόμος;τοῖς τῆσδε χώρας προστάταισιν οὐ δοκεῖ.τί δὴ τόδʼ; ἐχθροὺς τοισίδʼ οὐ καλὸν κτανεῖν;οὐχ ὅντινʼ ἄν γε ζῶνθʼ ἕλωσιν ἐν μάχῃ.καὶ ταῦτα δόξανθʼ Ὕλλος ἐξηνέσχετο;χρῆν δʼ αὐτόν, οἶμαι, τῇδʼ ἀπιστῆσαι χθονί;χρῆν τόνδε μὴ ζῆν μηδʼ ὁρᾶν φάος ἔτι.τότʼ ἠδικήθη πρῶτον οὐ θανὼν ὅδε.οὐκ οὖν ἔτʼ ἐστὶν ἐν καλῷ δοῦναι δίκην;οὐκ ἔστι τοῦτον ὅστις ἂν κατακτάνοι.ἔγωγε· καίτοι φημὶ κἄμʼ εἶναί τινα.πολλὴν ἄρʼ ἕξεις μέμψιν, εἰ δράσεις τόδε.φιλῶ πόλιν τήνδʼ· οὐδὲν ἀντιλεκτέον.τοῦτον δʼ, ἐπείπερ χεῖρας ἦλθεν εἰς ἐμάς,οὐκ ἔστι θνητῶν ὅστις ἐξαιρήσεται.πρὸς ταῦτα τὴν θρασεῖαν ὅστις ἂν θέλῃκαὶ τὴν φρονοῦσαν μεῖζον ἢ γυναῖκα χρὴλέξει· τὸ δʼ ἔργον τοῦτʼ ἐμοὶ πεπράξεται.δεινόν τι καὶ συγγνωστόν, ὦ γύναι, σʼ ἔχεινεῖκος πρὸς ἄνδρα τόνδε, γιγνώσκω καλῶς.γύναι, σάφʼ ἴσθι μή με θωπεύσοντά σε,μηδʼ ἄλλο μηδὲν τῆς ἐμῆς ψυχῆς πέριλέξονθʼ ὅθεν χρὴ δειλίαν ὀφλεῖν τινα.ἐγὼ δὲ νεῖκος οὐχ ἑκὼν τόδʼ ἠράμην·ᾔδη γε σοὶ μὲν αὐτανέψιος γεγώς,τῷ σῷ δὲ παιδὶ συγγενὴς Ἡρακλέει.ἀλλʼ εἴτʼ ἔχρῃζον εἴτε μή — θεὸς γὰρ ἦν —Ἥρα με κάμνειν τήνδʼ ἔθηκε τὴν νόσον.ἐπεὶ δʼ ἐκείνῳ δυσμένειαν ἠράμηνκἄγνων ἀγῶνα τόνδʼ ἀγωνιούμενος,πολλῶν σοφιστὴς πημάτων ἐγιγνόμηνκαὶ πόλλʼ ἔτικτον νυκτὶ συνθακῶν ἀεί,ὅπως διώσας καὶ κατακτείνας ἐμοὺςἐχθροὺς τὸ λοιπὸν μὴ συνοικοίην φόβῳ,εἰδὼς μὲν οὐκ ἀριθμὸν ἀλλʼ ἐτητύμωςἄνδρʼ ὄντα τὸν σὸν παῖδα· καὶ γὰρ ἐχθρὸς ὢνἀκούσεται ’μοί γʼ ἐσθλὰ χρηστὸς ὢν ἀνήρ.κείνου δʼ ἀπαλλαχθέντος οὐκ ἐχρῆν μʼ ἄρα