μισούμενον πρὸς τῶνδε καὶ ξυνειδόταἔχθραν πατρῴαν, πάντα κινῆσαι πέτρον,κτείνοντα κἀκβάλλοντα καὶ τεχνώμενον;τοιαῦτα δρῶντι τἄμʼ ἐγίγνετʼ ἀσφαλῆ.οὔκουν σύ γʼ ἀναλαβοῦσα τὰς ἐμὰς τύχαςἐχθροῦ λέοντος δυσγενῆ βλαστήματαἤλαυνες ἂν κακοῖσιν, ἀλλὰ σωφρόνωςεἴασας οἰκεῖν Ἄργος; οὔτινʼ ἂν πίθοις.νῦν οὖν ἐπειδή μʼ οὐ διώλεσαν τότεπρόθυμον ὄντα, τοῖσιν Ἑλλήνων νόμοιςοὐχ ἁγνός εἰμι τῷ κτανόντι κατθανών·πόλις τʼ ἀφῆκε σωφρονοῦσα, τὸν θεὸνμεῖζον τίουσα τῆς ἐμῆς ἔχθρας πολύ.προσεῖπας, ἀντήκουσας· ἐντεῦθεν δὲ χρὴτὸν προστρόπαιον τόν τε γενναῖον καλεῖν.οὕτω γε μέντοι τἄμ’ ἔχεις· θανεῖν μὲν οὐχρῄζω, λιπὼν δʼ ἂν οὐδὲν ἀχθοίμην βίον.παραινέσαι σοι σμικρόν, Ἀλκμήνη, θέλω,τὸν ἄνδρʼ ἀφεῖναι τόνδʼ, ἐπεὶ δοκεῖ πόλει.τί δʼ, ἢν θάνῃ τε καὶ πόλει πιθώμεθα;τὰ λῷστ’ ἂν εἴη· πῶς τάδʼ οὖν γενήσεται;ἐγὼ διδάξω ῥᾳδίως· κτανοῦσα γὰρτόνδʼ εἶτα νεκρὸν τοῖς μετελθοῦσιν φίλωνδώσω· τὸ γὰρ σῶμʼ οὐκ ἀπιστήσω χθονί,οὗτος δὲ δώσει τὴν δίκην θανὼν ἐμοί.κτεῖνʼ, οὐ παραιτοῦμαί σε· τήνδε δὲ πτόλιν,ἐπεί μʼ ἀφῆκε καὶ κατῃδέσθη κτανεῖν,χρησμῷ παλαιῷ Λοξίου δωρήσομαι,ὃς ὠφελήσει μείζονʼ ἢ δοκεῖν χρόνῳ.θανόντα γάρ με θάψεθʼ οὗ τὸ μόρσιμον,δίας πάροιθε παρθένου Παλληνίδος·καὶ σοὶ μὲν εὔνους καὶ πόλει σωτήριοςμέτοικος αἰεὶ κείσομαι κατὰ χθονός,τοῖς τῶνδε δʼ ἐκγόνοισι πολεμιώτατος,ὅταν μόλωσι δεῦρο σὺν πολλῇ χερὶχάριν προδόντες τήνδε. τοιούτων ξένωνπρούστητε. πῶς οὖν ταῦτʼ ἐγὼ πεπυσμένοςδεῦρʼ ἦλθον, ἀλλʼ οὐ χρησμὸν ἠρόμην θεοῦ;Ἥραν νομίζων θεσφάτων κρείσσω πολὺκοὐκ ἂν προδοῦναί μʼ. ἀλλὰ μήτε μοι χοὰς