Πάλαι ποτʼ ἐστὶ τοῦτʼ ἐμοὶ δεδογμένον·ὁ μὲν δίκαιος τοῖς πέλας πέφυκʼ ἀνήρ,ὃ δʼ ἐς τὸ κέρδος λῆμʼ ἔχων ἀνειμένονπόλει τʼ ἄχρηστος καὶ συναλλάσσειν βαρύς,αὑτῷ δʼ ἄριστος· οἶδα δʼ οὐ λόγῳ μαθών.ἐγὼ γὰρ αἰδοῖ καὶ τὸ συγγενὲς σέβων,ἐξὸν κατʼ Ἄργος ἡσύχως ναίειν, πόνωνπλείστων μετέσχον εἷς ἀνὴρ Ἡρακλέει,ὅτʼ ἦν μεθʼ ἡμῶν· νῦν δʼ, ἐπεὶ κατʼ οὐρανὸνναίει, τὰ κείνου τέκνʼ ἔχων ὑπὸ πτεροῖςσῴζω τάδʼ αὐτὸς δεόμενος σωτηρίας.ἐπεὶ γὰρ αὐτῶν γῆς ἀπηλλάχθη πατήρ,πρῶτον μὲν ἡμᾶς ἤθελʼ Εὐρυσθεὺς κτανεῖν·ἀλλʼ ἐξέδραμεν· καὶ πόλις μὲν οἴχεται,ψυχὴ δʼ ἐσώθη. φεύγομεν δʼ ἀλώμενοιἄλλην ἀπʼ ἄλλης ἐξορίζοντες πόλιν.πρὸς τοῖς γὰρ ἄλλοις καὶ τόδʼ Εὐρυσθεὺς κακοῖςὕβρισμʼ ἐς ἡμᾶς ἠξίωσεν ὑβρίσαι·πέμπων ὅπου γῆς πυνθάνοιθʼ ἱδρυμένουςκήρυκας ἐξαιτεῖ τε κἀξείργει χθονός,πόλιν προτείνων Ἄργος οὐ σμικρὸν φίληνἐχθράν τε θέσθαι, χαὑτὸν εὐτυχοῦνθʼ ἅμα.οἳ δʼ ἀσθενῆ μὲν τἀπ’ ἐμοῦ δεδορκότες,σμικροὺς δὲ τούσδε καὶ πατρὸς τητωμένους,τοὺς κρείσσονας σέβοντες ἐξείργουσι γῆς.ἐγὼ δὲ σὺν φεύγουσι συμφεύγω τέκνοιςκαὶ σὺν κακῶς πράσσουσι συμπράσσω κακῶς,ὀκνῶν προδοῦναι, μή τις ὧδ’ εἴπῃ βροτῶν·Ἴδεσθ’, ἐπειδὴ παισὶν οὐκ ἔστιν πατήρ,Ἰόλαος οὐκ ἤμυνε συγγενὴς γεγώς.πάσης δὲ χώρας Ἑλλάδος τητώμενοι,Μαραθῶνα καὶ σύγκληρον ἐλθόντες χθόναἱκέται καθεζόμεσθα βώμιοι θεῶν,προσωφελῆσαι· πεδία γὰρ τῆσδε χθονὸςδισσοὺς κατοικεῖν Θησέως παῖδας λόγος,κλήρῳ λαχόντας ἐκ γένους Πανδίονος,τοῖσδʼ ἐγγὺς ὄντας· ὧν ἕκατι τέρμοναςκλεινῶν Ἀθηνῶν τόνδʼ ἀφικόμεσθʼ ὅρον.δυοῖν γερόντοιν δὲ στρατηγεῖται φυγή·ἐγὼ μὲν ἀμφὶ τοῖσδε καλχαίνων τέκνοις,