ναν λέγουσʼ ἐπίκουρον εἶ-ναι, καὶ τούσδε θεᾶς πόλιςκαὶ λαὸς ἔσωσε κείνας·ἔσχεν δʼ ὕβριν ἀνδρὸς ᾧ θυ-μὸς ἦν πρὸ δίκας βίαιος.μήποτʼ ἐμοὶ φρόνημα ψυ-χά τʼ ἀκόρεστος εἴη.δέσποινʼ, ὁρᾷς μέν, ἀλλʼ ὅμως εἰρήσεται,Εὐρυσθέα σοι τόνδʼ ἄγοντες ἥκομεν,ἄελπτον ὄψιν, τῷδέ τʼ οὐχ ἧσσον τύχην·οὐ γάρ ποτʼ ηὔχει χεῖρας ἵξεσθαι σέθεν,ὅτʼ ἐκ Μυκηνῶν πολυπόνῳ σὺν ἀσπίδιἔστειχε μείζω τῆς δίκης φρονῶν, πόλινπέρσων Ἀθηνᾶς. ἀλλὰ τὴν ἐναντίανδαίμων ἔθηκε, καὶ μετέστησεν τύχην.Ὕλλος μὲν οὖν ὅ τʼ ἐσθλὸς Ἰόλεως βρέταςΔιὸς τροπαίου καλλίνικον ἵστασαν·ἐμοὶ δὲ πρὸς σὲ τόνδʼ ἐπιστέλλουσʼ ἄγειν,τέρψαι θέλοντες σὴν φρένʼ· ἐκ γὰρ εὐτυχοῦςἥδιστον ἐχθρὸν ἄνδρα δυστυχοῦνθʼ ὁρᾶν.ὦ μῖσος, ἥκεις; εἷλέ σʼ ἡ Δίκη χρόνῳ;πρῶτον μὲν οὖν μοι δεῦρʼ ἐπίστρεψον κάρακαὶ τλῆθι τοὺς σοὺς προσβλέπειν ἐναντίονἐχθρούς· κρατῇ γὰρ νῦν γε κοὐ κρατεῖς ἔτι.ἐκεῖνος εἶ σύ — βούλομαι γὰρ εἰδέναι —ὃς πολλὰ μὲν τὸν ὄνθʼ ὅπου ’στὶ νῦν ἐμὸνπαῖδʼ ἠξίωσας, ὦ πανοῦργʼ, ἐφυβρίσαι;τί γὰρ σὺ κεῖνον οὐκ ἔτλης καθυβρίσαι;ὃς καὶ παρʼ Ἅιδην ζῶντά νιν κατήγαγες,ὕδρας λέοντάς τʼ ἐξαπολλύναι λέγωνἔπεμπες. ἄλλα δʼ οἷ’ ἐμηχανῶ κακὰσιγῶ· μακρὸς γὰρ μῦθος ἂν γένοιτό μοι.κοὐκ ἤρκεσέν σοι ταῦτα τολμῆσαι μόνον,ἀλλʼ ἐξ ἁπάσης κἀμὲ καὶ τέκνʼ Ἑλλάδοςἤλαυνες ἱκέτας δαιμόνων καθημένους,τοὺς μὲν γέροντας, τοὺς δὲ νηπίους ἔτι.ἀλλʼ ηὗρες ἄνδρας καὶ πόλισμʼ ἐλεύθερον,οἵ σʼ οὐκ ἔδεισαν. δεῖ σε κατθανεῖν κακῶς,καὶ κερδανεῖς ἅπαντα· χρῆν γὰρ οὐχ ἅπαξθνῄσκειν σὲ πολλὰ πήματʼ ἐξειργασμένον.