λέξον· παρʼ ἡμῖν μὲν γὰρ οὐ σοφὸν τόδε,ἐχθροὺς λαβόντα μὴ ἀποτείσασθαι δίκην.τὸ σὸν προτιμῶν, ὥς νιν ὀφθαλμοῖς ἴδοιςκρατοῦντα καὶ σῇ δεσποτούμενον χερί.οὐ μὴν ἑκόντα γʼ αὐτόν, ἀλλὰ πρὸς βίανἔζευξʼ ἀνάγκῃ· καὶ γὰρ οὐκ ἐβούλετοζῶν ἐς σὸν ἐλθεῖν ὄμμα καὶ δοῦναι δίκην.ἀλλʼ, ὦ γεραιά, χαῖρε καὶ μέμνησό μοιὃ πρῶτον εἶπας, ἡνίκʼ ἠρχόμην λόγου,ἐλευθερώσειν μʼ· ἐν δὲ τοῖς τοιοῖσδε χρὴἀψευδὲς εἶναι τοῖσι γενναίοις στόμα.Ἐμοὶ χορὸς μὲν ἡδύς, εἰ λίγεια λω-τοῦ χάρις ενι δαι·εἴη δʼ εὔχαρις Ἀφροδί-τα· τερπνὸν δέ τι καὶ φίλων ἆρʼεὐτυχίαν ἰδέσθαιτῶν πάρος οὐ δοκούντων.πολλὰ γὰρτίκτει Μοῖρα τελεσσιδώ-τειρʼ Αἰών τε Χρόνου παῖς.ἔχεις ὁδόν τινʼ, ὦ πόλις, δίκαιον — οὐχρή ποτε τοῦδʼ ἀφέσθαι, —τιμᾶν θεούς· ὁ δὲ μή σε φά-σκων ἐγγὺς μανιῶν ἐλαύνει,δεικνυμένων ἐλέγχωντῶνδʼ· ἐπίσημα γάρ τοιθεὸς παραγ-γέλλει, τῶν ἀδίκων παραι-ρῶν φρονήματος αἰεί.ἔστιν ἐν οὐρανῷ βεβα-κὼς τεὸς γόνος, ὦ γεραι-ά· φεύγει λόγον ὡς τὸν Ἅι-δα δόμον κατέβα, πυρὸςδεινᾷ φλογὶ σῶμα δαισθείς·Ἥβας τʼ ἐρατὸν χροΐζειλέχος χρυσέαν κατʼ αὐλάν.ὦ Ὑμέναιε, δισσοὺς παῖ-δας Διὸς ἠξίωσας.συμφέρεται τὰ πολλὰ πολ-λοῖς· καὶ γὰρ πατρὶ τῶνδʼ Ἀθά-