μόλις δὲ πάντα δρῶντες οὐκ ἄτερ πόνωνἐτρεψάμεσθʼ Ἀργεῖον ἐς φυγὴν δόρυ.κἀνταῦθʼ ὁ πρέσβυς Ὕλλον ἐξορμώμενονἰδών, ὀρέξας ἱκέτευσε δεξιὰνἸόλαος ἐμβῆσαί νιν ἵππειον δίφρον.λαβὼν δὲ χερσὶν ἡνίας Εὐρυσθέωςπώλοις ἐπεῖχε. τἀπὸ τοῦδʼ ἤδη κλύωνλέγοιμʼ ἂν ἄλλων, δεῦρο δʼ αὐτὸς εἰσιδών.Παλληνίδος γὰρ σεμνὸν ἐκπερῶν πάγονδίας Ἀθάνας, ἅρμʼ ἰδὼν Εὐρυσθέως,ἠράσαθʼ Ἥβῃ Ζηνί θʼ, ἡμέραν μίαννέος γενέσθαι κἀποτείσασθαι δίκηνἐχθρούς. κλύειν δὴ θαύματος πάρεστί σοι.δισσὼ γὰρ ἀστέρʼ ἱππικοῖς ἐπὶ ζυγοῖςσταθέντʼ ἔκρυψαν ἅρμα λυγαίῳ νέφει·σὸν δὴ λέγουσι παῖδά γʼ οἱ σοφώτεροιἭβην θʼ· ὃ δʼ ὄρφνης ἐκ δυσαιθρίου νέωνβραχιόνων ἔδειξεν ἡβητὴν τύπον.αἱρεῖ δʼ ὁ κλεινὸς Ἰόλεως Εὐρυσθέωςτέτρωρον ἅρμα πρὸς πέτραις Σκιρωνίσιν,δεσμοῖς τε δήσας χεῖρας ἀκροθίνιονκάλλιστον ἥκει τὸν στρατηλάτην ἄγωντὸν ὄλβιον πάροιθε. τῇ δὲ νῦν τύχῃβροτοῖς ἅπασι λαμπρὰ κηρύσσει μαθεῖν,τὸν εὐτυχεῖν δοκοῦντα μὴ ζηλοῦν, πρὶν ἂνθανόντʼ ἴδῃ τις· ὡς ἐφήμεροι τύχαι.ὦ Ζεῦ τροπαῖε, νῦν ἐμοὶ δεινοῦ φόβουἐλεύθερον πάρεστιν ἦμαρ εἰσιδεῖν.ὦ Ζεῦ, χρόνῳ μὲν τἄμ’ ἐπεσκέψω κακά,χάριν δʼ ὅμως σοι τῶν πεπραγμένων ἔχω·καὶ παῖδα τὸν ἐμὸν πρόσθεν οὐ δοκοῦσʼ ἐγὼθεοῖς ὁμιλεῖν νῦν ἐπίσταμαι σαφῶς.ὦ τέκνα, νῦν δὴ νῦν ἐλεύθεροι πόνων,ἐλεύθεροι δὲ τοῦ κακῶς ὀλουμένουΕὐρυσθέως ἔσεσθε καὶ πόλιν πατρὸςὄψεσθε, κλήρους δʼ ἐμβατεύσετε χθονὸςκαὶ θεοῖς πατρῴοις θύσεθʼ, ὧν ἀπειργμένοιξένοι πλανήτην εἴχετʼ ἄθλιον βίον.ἀτὰρ τί κεύθων Ἰόλεως σοφόν ποτεΕὐρυσθέως ἐφείσαθʼ ὥστε μὴ κτανεῖν;