κατὰ στόμʼ ἐκτείνοντες ἀντετάξαμεν,ἐκβὰς τεθρίππων Ὕλλος ἁρμάτων πόδαἔστη μέσοισιν ἐν μεταιχμίοις δορός.κἄπειτ’ ἔλεξεν· Ὦ στρατήγʼ ὃς Ἀργόθενἥκεις, τί τήνδε γαῖαν οὐκ εἰάσαμενκαὶ τὰς Μυκήνας οὐδὲν ἐργάσῃ κακὸνἀνδρὸς στερήσας· ἀλλʼ ἐμοὶ μόνος μόνῳμάχην συνάψας, ἢ κτανὼν ἄγου λαβὼντοὺς Ἡρακλείους παῖδας ἢ θανὼν ἐμοὶτιμὰς πατρῴους καὶ δόμους ἔχειν ἄφες.στρατὸς δʼ ἐπῄνεσ’, ἔς τʼ ἀπαλλαγὰς πόνωνκαλῶς λελέχθαι μῦθον ἔς τʼ εὐψυχίαν.ὃ δʼ οὔτε τοὺς κλύοντας αἰδεσθεὶς λόγωνοὔτʼ αὐτὸς αὑτοῦ δειλίαν στρατηγὸς ὢνἐλθεῖν ἐτόλμησʼ ἐγγὺς ἀλκίμου δορός,ἀλλʼ ἦν κάκιστος· εἶτα τοιοῦτος γεγὼςτοὺς Ἡρακλείους ἦλθε δουλώσων γόνους.Ὕλλος μὲν οὖν ἀπῴχετ’ ἐς τάξιν πάλιν·μάντεις δʼ, ἐπειδὴ μονομάχου διʼ ἀσπίδοςδιαλλαγὰς ἔγνωσαν οὐ τελουμένας,ἔσφαζον, οὐκ ἔμελλον, ἀλλʼ ἀφίεσανλαιμῶν βροτείων εὐθὺς οὔριον φόνον.οἳ δʼ ἅρματʼ εἰσέβαινον, οἳ δʼ ὑπʼ ἀσπίδωνπλευροῖς ἔκρυπτον πλεύρʼ· Ἀθηναίων δʼ ἄναξστρατῷ παρήγγελλ’ οἷα χρὴ τὸν εὐγενῆ·Ὦ ξυμπολῖται, τῇ τε βοσκούσῃ χθονὶκαὶ τῇ τεκούσῃ νῦν τινʼ ἀρκέσαι χρεών.ὃ δʼ αὖ τό τʼ Ἄργος μὴ καταισχῦναι θέλεινκαὶ τὰς Μυκήνας συμμάχους ἐλίσσετο.ἐπεὶ δʼ ἐσήμηνʼ ὄρθιον Τυρσηνικῇσάλπιγγι καὶ συνῆψαν ἀλλήλοις μάχην,πόσον τινʼ αὐχεῖς πάταγον ἀσπίδων βρέμειν,πόσον τινὰ στεναγμὸν οἰμωγήν θʼ ὁμοῦ;τὰ πρῶτα μέν νυν πίτυλος Ἀργείου δορὸςἐρρήξαθʼ ἡμᾶς· εἶτʼ ἐχώρησαν πάλιν.τὸ δεύτερον δὲ ποὺς ἐπαλλαχθεὶς ποδί,ἀνὴρ δʼ ἐπʼ ἀνδρὶ στάς, ἐκαρτέρει μάχη·πολλοὶ δʼ ἔπιπτον. ἦν δὲ τοῦ κελεύματος·Ὦ τὰς Ἀθήνας — Ὦ τὸν Ἀργείων γύηνσπείροντες — οὐκ ἀρήξετʼ αἰσχύνην πόλει;