ξύνοικον ἦλθες λαόν; ἢ πέρα-θεν ἁλίῳ πλάτᾳκατέχετʼ ἐκλιπόντες Εὐβοῖδʼ ἀκτάν;οὐ νησιώτην, ὦ ξένοι, τρίβω βίον,ἀλλʼ ἐκ Μυκηνῶν σὴν ἀφίγμεθα χθόνα.ὄνομα τί σε, γέρον,Μυκηναῖος ὠνόμαζεν λεώς;τὸν Ἡράκλειον ἴστε που παραστάτηνἸόλαον· οὐ γὰρ σῶμʼ ἀκήρυκτον τόδε.οἶδʼ εἰσακούσας καὶ πρίν· ἀλλὰ τοῦ ποτὲἐν χερὶ σᾷ κομίζεις κόρουςνεοτρεφεῖς; φράσον.Ἡρακλέους οἵδʼ εἰσὶ παῖδες, ὦ ξένοι,ἱκέται σέθεν τε καὶ πόλεως ἀφιγμένοι.τί χρέος; ἢ λόγων πόλεος, ἔνεπέ μοι,μελόμενοι τυχεῖν;μήτʼ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶντῶν σῶν ἀποσπασθέντες εἰς Ἄργος μολεῖν.ἀλλʼ οὔτι τοῖς σοῖς δεσπόταις τάδʼ ἀρκέσει,οἳ σοῦ κρατοῦντες ἐνθάδʼ εὑρίσκουσί σε.εἰκὸς θεῶν ἱκτῆρας αἰδεῖσθαι, ξένε,καὶ μὴ βιαίῳ χερὶ δαιμόνωνἀπολείπειν σʼ ἕδη·πότνια γὰρ Δίκα τάδʼ οὐ πείσεται.ἔκπεμπέ νυν γῆς τούσδε τοὺς Εὐρυσθέως,κοὐδὲν βιαίῳ τῇδε χρήσομαι χερί.ἄθεον ἱκεσίανμεθεῖναι πόλει ξένων προστροπάν.καλὸν δέ γʼ ἔξω πραγμάτων ἔχειν πόδα,εὐβουλίας τυχόντα τῆς ἀμείνονος.οὐκοῦν τυράννῳ τῆσδε γῆς φράσαντά σεχρῆν ταῦτα τολμᾶν, ἀλλὰ μὴ βίᾳ ξένουςθεῶν ἀφέλκειν, γῆν σέβοντʼ ἐλευθέραν.τίς δʼ ἐστὶ χώρας τῆσδε καὶ πόλεως ἄναξ;ἐσθλοῦ πατρὸς παῖς Δημοφῶν ὁ Θησέως.πρὸς τοῦτον ἁγὼν ἆρα τοῦδε τοῦ λόγουμάλιστʼ ἂν εἴη· τἄλλα δʼ εἴρηται μάτην.καὶ μὴν ὅδʼ αὐτὸς ἔρχεται σπουδὴν ἔχωνἈκάμας τʼ ἀδελφός, τῶνδʼ ἐπήκοοι λόγων.ἐπείπερ ἔφθης πρέσβυς ὢν νεωτέρους