βοηδρομήσας τήνδʼ ἐπʼ ἐσχάραν Διός,λέξον, τίς ὄχλον τόνδʼ ἀθροίζεται τύχη;ἱκέται κάθηνται παῖδες οἵδʼ Ἡρακλέουςβωμὸν καταστέψαντες, ὡς ὁρᾷς, ἄναξ,πατρός τε πιστὸς Ἰόλεως παραστάτης.τί δῆτʼ ἰυγμῶν ἥδʼ ἐδεῖτο συμφορά;βίᾳ νιν οὗτος τῆσδʼ ἀπʼ ἐσχάρας ἄγεινζητῶν βοὴν ἔστησε κἄσφηλεν γόνυγέροντος, ὥστε μʼ ἐκβαλεῖν οἴκτῳ δάκρυ.καὶ μὴν στολήν γʼ Ἕλληνα καὶ ῥυθμὸν πέπλωνἔχει, τὰ δʼ ἔργα βαρβάρου χερὸς τάδε.σὸν δὴ τὸ φράζειν ἐστί, μὴ μέλλειν τ’, ἐμοὶποίας ἀφῖξαι δεῦρο γῆς ὅρους λιπών;Ἀργεῖός εἰμι· τοῦτο γὰρ θέλεις μαθεῖν·ἐφʼ οἷσι δʼ ἥκω καὶ παρʼ οὗ λέγειν θέλω.πέμπει Μυκηνῶν δεῦρό μʼ Εὐρυσθεὺς ἄναξἄξοντα τούσδε· πολλὰ δʼ ἦλθον, ὦ ξένε,δίκαιʼ ὁμαρτῇ δρᾶν τε καὶ λέγειν ἔχων.Ἀργεῖος ὢν γὰρ αὐτὸς Ἀργείους ἄγωἐκ τῆς ἐμαυτοῦ τούσδε δραπέτας ἔχων,νόμοισι τοῖς ἐκεῖθεν ἐψηφισμένουςθανεῖν· δίκαιοι δʼ ἐσμὲν οἰκοῦντες πόλιναὐτοὶ καθʼ αὑτῶν κυρίους κραίνειν δίκας.πολλῶν δὲ κἄλλων ἑστίας ἀφιγμένοιἐν τοῖσιν αὐτοῖς τοισίδʼ ἕσταμεν λόγοις,κοὐδεὶς ἐτόλμησʼ ἴδια προσθέσθαι κακά.ἀλλʼ ἤ τινʼ ἐς σὲ μωρίαν ἐσκεμμένοιδεῦρʼ ἦλθον ἢ κίνδυνον ἐξ ἀμηχάνωνῥίπτοντες, εἴτʼ οὖν εἴτε μὴ γενήσεται·οὐ γὰρ φρενήρη γʼ ὄντα σʼ ἐλπίζουσί πουμόνον τοσαύτης ἣν ἐπῆλθον Ἑλλάδοςτὰς τῶνδʼ ἀβούλους συμφορὰς κατοικτιεῖν.φέρʼ ἀντίθες γάρ· τούσδε τʼ ἐς γαῖαν παρεὶςἡμᾶς τʼ ἐάσας ἐξάγειν, τί κερδανεῖς;τὰ μὲν παρʼ ἡμῶν τοιάδʼ ἔστι σοι λαβεῖν,Ἄργους τοσήνδε χεῖρα τήν τʼ Εὐρυσθέωςἰσχὺν ἅπασαν τῇδε προσθέσθαι πόλει.ἢν δʼ ἐς λόγους τε καὶ τὰ τῶνδʼ οἰκτίσματαβλέψας πεπανθῇς, ἐς πάλην καθίσταταιδορὸς τὸ πρᾶγμα· μὴ γὰρ ὡς μεθήσομεν