ἣ δʼ αὖ τὸ θῆλυ παιδὸς Ἀλκμήνη γένοςἔσωθε ναοῦ τοῦδʼ ὑπηγκαλισμένησῴζει· νέας γὰρ παρθένους αἰδούμεθαὄχλῳ πελάζειν κἀπιβωμιοστατεῖν.Ὕλλος δʼ ἀδελφοί θʼ οἷσι πρεσβεύει γένοςζητοῦσʼ ὅπου γῆς πύργον οἰκιούμεθα,ἢν τῆσδʼ ἀπωθώμεσθα πρὸς βίαν χθονός.ὦ τέκνα τέκνα, δεῦρο, λαμβάνεσθʼ ἐμῶνπέπλων· ὁρῶ κήρυκα τόνδʼ Εὐρυσθέωςστείχοντʼ ἐφʼ ἡμᾶς, οὗ διωκόμεσθʼ ὕποπάσης ἀλῆται γῆς ἀπεστερημένοι.ὦ μῖσος, εἴθʼ ὄλοιο χὡ πέμψας σ’ ἀνήρ·ὡς πολλὰ δὴ καὶ τῶνδε γενναίῳ πατρὶἐκ τοῦδε ταὐτοῦ στόματος ἤγγειλας κακά.ἦ που καθῆσθαι τήνδʼ ἕδραν καλὴν δοκεῖςπόλιν τʼ ἀφῖχθαι σύμμαχον, κακῶς φρονῶν·οὐ γάρ τις ἔστιν ὃς πάροιθʼ αἱρήσεταιτὴν σὴν ἀχρεῖον δύναμιν ἀντʼ Εὐρυσθέως.χώρει· τί μοχθεῖς ταῦτʼ; ἀνίστασθαί σε χρὴἐς Ἄργος, οὗ σε λεύσιμος μένει δίκη.οὐ δῆτʼ, ἐπεί μοι βωμὸς ἀρκέσει θεοῦ,ἐλευθέρα τε γαῖʼ ἐν ᾗ βεβήκαμεν.βούλῃ πόνον μοι τῇδε προσθεῖναι χερί;οὔτοι βίᾳ γέ μʼ οὐδὲ τούσδʼ ἄξεις λαβών.γνώσῃ σύ· μάντις δʼ ἦσθʼ ἄρʼ οὐ καλὸς τάδε.οὐκ ἂν γένοιτο τοῦτʼ ἐμοῦ ζῶντός ποτε.ἄπαιρʼ· ἐγὼ δὲ τούσδε, κἂν σὺ μὴ θέλῃς,ἄξω νομίζων, οὗπέρ εἰσʼ, Εὐρυσθέως.ὦ τὰς Ἀθήνας δαρὸν οἰκοῦντες χρόνον,ἀμύνεθʼ· ἱκέται δʼ ὄντες ἀγοραίου Διὸςβιαζόμεσθα καὶ στέφη μιαίνεται —πόλει τʼ ὄνειδος καὶ θεῶν ἀτιμία.— ἔα ἔα· τίς ἡ βοὴ βωμοῦ πέλαςἕστηκε; ποίαν συμφορὰν δείξει τάχα;— ἴδετε τὸν γέροντʼ ἀμαλὸν ἐπὶ πέδῳχύμενον· ὦ τάλας.— πρὸς τοῦ ποτʼ ἐν γῇ πτῶμα δύστηνον πίτνεις;ὅδʼ, ὦ ξένοι, με σοὺς ἀτιμάζων θεοὺςἕλκει βιαίως Ζηνὸς ἐκ προβωμίων.σὺ δʼ ἐκ τίνος γῆς, ὦ γέρον, τετράπτολιν