πολυαίνετον ἀλκᾷμῆνιν ἐμᾷ χθονὶ κεύθειν·κακὸν δʼ, ὦ πόλις, εἰ ξένουςἱκτῆρας παραδώσομενκελεύμασιν Ἄργους.Ζεύς μοι σύμμαχος, οὐ φοβοῦ-μαι, Ζεύς μοι χάριν ἐνδίκωςἔχει· οὔποτε θνατῶνἥσσους δαίμονες ἔκ γʼ ἐμοῦ φανοῦνται.ἀλλʼ, ὦ πότνια — σὸν γὰρ οὖ-δας γᾶς, σὸν καὶ πόλις, ἇς σὺ μά-τηρ δέσποινά τε καὶ φύλαξ —πόρευσον ἄλλᾳ τὸν οὐ δικαίωςτᾷδʼ ἐπάγοντα δορυσσοῦνστρατὸν Ἀργόθεν· οὐ γὰρ ἐμᾷ γʼ ἀρετᾷδίκαιός εἰμʼ ἐκπεσεῖν μελάθρων.ἐπεί σοι πολύθυτος ἀεὶτιμὰ κραίνεται, οὐδὲ λά-θει μηνῶν φθινὰς ἁμέρα,νέων τʼ ἀοιδαὶ χορῶν τε μολπαί.ἀνεμόεντι δʼ ἐπʼ ὄχθῳὀλολύγματα παννυχίοις ὑπὸ παρ-θένων ἰαχεῖ ποδῶν κρότοισιν.δέσποινα, μύθους σοί τε συντομωτάτουςκλύειν ἐμοί τε τῷδε καλλίστους φέρω.νικῶμεν ἐχθροὺς καὶ τροπαῖʼ ἱδρύεταιπαντευχίαν ἔχοντα πολεμίων σέθεν.ὦ φίλταθʼ, ἥδε σʼ ἡμέρα διήλασενἐλευθερῶσαι τοῖσδε τοῖς ἀγγέλμασιν.μιᾶς δʼ ἔμʼ οὔπω συμφορᾶς ἐλευθεροῖς·φόβος γὰρ εἴ μοι ζῶσιν οὓς ἐγὼ θέλω.ζῶσιν μέγιστόν γʼ εὐκλεεῖς κατὰ στρατόν.ὁ μὲν γέρων οὐκ ἔστιν Ἰόλεως ὅδε;μάλιστα, πράξας δʼ ἐκ θεῶν κάλλιστα δή.τί δʼ ἔστι; μῶν τι κεδνὸν ἠγωνίζετο;νέος μεθέστηκʼ ἐκ γέροντος αὖθις αὖ.θαυμάστʼ ἔλεξας· ἀλλά σʼ εὐτυχῆ φίλωνμάχης ἀγῶνα πρῶτον ἀγγεῖλαι θέλω.εἷς μου λόγος σοι πάντα σημανεῖ τάδε.ἐπεὶ γὰρ ἀλλήλοισιν ὁπλίτην στρατὸν