ὡς ἐγγὺς ἁγών, καὶ μάλιστʼ Ἄρης στυγεῖμέλλοντας· εἰ δὲ τευχέων φοβῇ βάρος,νῦν μὲν πορεύου γυμνός, ἐν δὲ τάξεσινκόσμῳ πυκάζου τῷδʼ· ἐγὼ δʼ οἴσω τέως.καλῶς ἔλεξας· ἀλλʼ ἐμοὶ πρόχειρʼ ἔχωντεύχη κόμιζε, χειρὶ δʼ ἔνθες ὀξύην,λαιόν τʼ ἔπαιρε πῆχυν, εὐθύνων πόδα.ἦ παιδαγωγεῖν γὰρ τὸν ὁπλίτην χρεών;ὄρνιθος οὕνεκʼ ἀσφαλῶς πορευτέον.εἴθʼ ἦσθα δυνατὸς δρᾶν ὅσον πρόθυμος εἶ.ἔπειγε· λειφθεὶς δεινὰ πείσομαι μάχης.σύ τοι βραδύνεις, οὐκ ἐγὼ δοκῶ τι δρᾶν.οὔκουν ὁρᾷς μου κῶλον ὡς ἐπείγεται;ὁρῶ δοκοῦντα μᾶλλον ἢ σπεύδοντά σε.οὐ ταῦτα λέξεις, ἡνίκʼ ἂν λεύσσῃς μʼ ἐκεῖ.τί δρῶντα; βουλοίμην δʼ ἂν εὐτυχοῦντά γε.διʼ ἀσπίδος θείνοντα πολεμίων τινά.εἰ δή ποθʼ ἥξομέν γε· τοῦτο γὰρ φόβος.φεῦ·εἴθʼ, ὦ βραχίων, οἷον ἡβήσαντά σεμεμνήμεθʼ ἡμεῖς, ἡνίκα ξὺν ἩρακλεῖΣπάρτην ἐπόρθεις, σύμμαχος γένοιό μοιτοιοῦτος· οἵαν ἂν τροπὴν Εὐρυσθέωςθείμην· ἐπεί τοι καὶ κακὸς μένειν δόρυ.ἔστιν δʼ ἐν ὄλβῳ καὶ τόδʼ οὐκ ὀρθῶς ἔχον,εὐψυχίας δόκησις· οἰόμεσθα γὰρτὸν εὐτυχοῦντα πάντʼ ἐπίστασθαι καλῶς.Γᾶ καὶ παννύχιος σελά-να καὶ λαμπρόταται θεοῦφαεσίμβροτοι αὐγαί,ἀγγελίαν μοι ἐνέγκαιτʼ·ἰαχήσατε δʼ οὐρανῷκαὶ παρὰ θρόνον ἀρχέτανγλαυκᾶς ἐν Ἀθάνας.μέλλω τᾶς πατριώτιδοςγᾶς, μέλλω καὶ ὑπὲρ δόμωνἱκέτας ὑποδεχθεὶςκίνδυνον πολιῷ τεμεῖν σιδάρῳ.δεινὸν μὲν πόλιν ὡς Μυκή-νας εὐδαίμονα καὶ δορὸς