καὶ μὴ μετασχεῖν γʼ ἀλκίμου μάχης φίλοις.οὐκ ἔστʼ ἐν ὄψει τραῦμα μὴ δρώσης χερός.τί δʼ; οὐ σθένοιμι κἂν ἐγὼ δι’ ἀσπίδος;σθένοις ἄν, ἀλλὰ πρόσθεν αὐτὸς ἂν πέσοις.οὐδεὶς ἔμʼ ἐχθρῶν προσβλέπων ἀνέξεται.οὐκ ἔστιν, ὦ τᾶν, ἥ ποτʼ ἦν ῥώμη σέθεν.ἀλλʼ οὖν μαχοῦνται γʼ ἀριθμὸν οὐκ ἐλάσσοσι.σμικρὸν τὸ σὸν σήκωμα προστίθης φίλοις.μή τοί μʼ ἔρυκε δρᾶν παρεσκευασμένον.δρᾶν μὲν σύ γʼ οὐχ οἷός τε, βούλεσθαι δʼ ἴσως.ὡς μὴ μενοῦντα τἄλλα σοι λέγειν πάρα.πῶς οὖν ὁπλίταις τευχέων ἄτερ φανῇ;ἔστʼ ἐν δόμοισιν ἔνδον αἰχμάλωθʼ ὅπλα,τοῖς δʼ οὖσι χρησόμεσθα· κἀποδώσομενζῶντες, θανόντας δʼ οὐκ ἀπαιτήσει θεός.ἀλλʼ εἴσιθʼ εἴσω κἀπὸ πασσάλων ἑλὼνἔνεγχ’ ὁπλίτην κόσμον ὡς τάχιστά μοι.αἰσχρὸν γὰρ οἰκούρημα γίγνεται τόδε,τοὺς μὲν μάχεσθαι, τοὺς δὲ δειλίᾳ μένειν.λῆμα μὲν οὔπω στόρνυσι χρόνοςτὸ σόν, ἀλλʼ ἡβᾷ, σῶμα δὲ φροῦδον.τί πονεῖς ἄλλως ἃ σὲ μὲν βλάψει,σμικρὰ δʼ ὀνήσει πόλιν ἡμετέραν;χρὴ γνωσιμαχεῖν τὴν ἡλικίαν,τὰ δʼ ἀμήχανʼ ἐᾶν· οὐκ ἔστιν ὅπωςἥβην κτήσῃ πάλιν αὖθις.τί χρῆμα μέλλεις σῶν φρενῶν οὐκ ἔνδον ὢνλιπεῖν μʼ ἔρημον σὺν τέκνοις ἐμοῖς;ἀνδρῶν γὰρ ἀλκή· σοὶ δὲ χρῆν τούτων μέλειν.τί δʼ; ἢν θάνῃς σύ, πῶς ἐγὼ σωθήσομαι;παιδὸς μελήσει παισὶ τοῖς λελειμμένοις.ἢν δʼ οὖν, ὃ μὴ γένοιτο, χρήσωνται τύχῃ;οἵδ’ οὐ προδώσουσίν σε, μὴ τρέσῃς, ξένοι.τοσόνδε γάρ τοι θάρσος, οὐδὲν ἄλλʼ ἔχω.καὶ Ζηνὶ τῶν σῶν, οἶδʼ ἐγώ, μέλει πόνων.φεῦ·Ζεὺς ἐξ ἐμοῦ μὲν οὐκ ἀκούσεται κακῶς·εἰ δʼ ἐστὶν ὅσιος αὐτὸς οἶδεν εἰς ἐμέ.ὅπλων μὲν ἤδη τήνδʼ ὁρᾷς παντευχίαν,φθάνοις δʼ ἂν οὐκ ἂν τοῖσδε συγκρύπτων δέμας·