ἔξελθʼ, ἄκουσον τοῦδε φιλτάτους λόγους.πάλαι γὰρ ὠδίνουσα τῶν ἀφιγμένωνψυχὴν ἐτήκου νόστος εἰ γενήσεται.τί χρῆμʼ ἀϋτῆς πᾶν τόδʼ ἐπλήσθη στέγοςἸόλαε; μῶν τίς σʼ αὖ βιάζεται παρὼνκῆρυξ ἀπʼ Ἄργους; ἀσθενὴς μὲν ἥ γʼ ἐμὴῥώμη, τοσόνδε δʼ εἰδέναι σʼ ἐχρῆν, ξένε,οὐκ ἔστʼ ἄγειν σε τούσδʼ ἐμοῦ ζώσης ποτέ.ἦ τἄρ’ ἐκείνου μὴ νομιζοίμην ἐγὼμήτηρ ἔτʼ· εἰ δὲ τῶνδε προσθίξῃ χερί,δυοῖν γερόντοιν οὐ καλῶς ἀγωνιῇ.θάρσει, γεραιά, μὴ τρέσῃς· οὐκ Ἀργόθενκῆρυξ ἀφῖκται πολεμίους λόγους ἔχων.τί γὰρ βοὴν ἔστησας ἄγγελον φόβου;σέ, πρόσθε ναοῦ τοῦδʼ ὅπως βαίης πέλας.οὐκ ἴσμεν ἡμεῖς ταῦτα· τίς γάρ ἐσθʼ ὅδε;ἥκοντα παῖδα παιδὸς ἀγγέλλει σέθεν.ὦ χαῖρε καὶ σὺ τοῖσδε τοῖς ἀγγέλμασιν.ἀτὰρ τί χώρᾳ τῇδε προσβαλὼν πόδαποῦ νῦν ἄπεστι; τίς νιν εἶργε συμφορὰσὺν σοὶ φανέντα δεῦρʼ ἐμὴν τέρψαι φρένα;στρατὸν καθίζει τάσσεταί θʼ ὃν ἦλθʼ ἔχων.τοῦδʼ οὐκέθʼ ἡμῖν τοῦ λόγου μέτεστι δή.μέτεστιν· ἡμῶν δʼ ἔργον ἱστορεῖν τάδε.τί δῆτα βούλῃ τῶν πεπραγμένων μαθεῖν;πόσον τι πλῆθος συμμάχων πάρεστʼ ἔχων;πολλούς· ἀριθμὸν δʼ ἄλλον οὐκ ἔχω φράσαι.ἴσασιν, οἶμαι, ταῦτʼ· Ἀθηναίων πρόμοι;ἴσασι· καὶ δὴ λαιὸν ἕστηκεν κέρας.ἤδη γὰρ ὡς ἐς ἔργον ὥπλισται στρατός;καὶ δὴ παρῆκται σφάγια τάξεων ἑκάς.πόσον τι δʼ ἔστʼ ἄπωθεν Ἀργεῖον δόρυ;ὥστʼ ἐξορᾶσθαι τὸν στρατηγὸν ἐμφανῶς.τί δρῶντα; μῶν τάσσοντα πολεμίων στίχας;ᾐκάζομεν ταῦτʼ· οὐ γὰρ ἐξηκούομεν.ἀλλʼ εἶμ’· ἐρήμους δεσπότας τοὐμὸν μέροςοὐκ ἂν θέλοιμι πολεμίοισι συμβαλεῖν.κἄγωγε σὺν σοί· ταὐτὰ γὰρ φροντίζομεν,φίλοις παρόντες, ὡς ἔοιγμεν, ὠφελεῖν.ἥκιστα πρὸς σοῦ μῶρον ἦν εἰπεῖν ἔπος.