ᾗ σὸν κατῆρκται σῶμα, Δήμητρος κόρην.ὦ παῖδες, οἰχόμεσθα· λύεται μέληλύπῃ· λάβεσθε κεἰς ἕδραν μʼ ἐρείσατεαὐτοῦ πέπλοισι τοῖσδε κρύψαντες, τέκνα.ὡς οὔτε τούτοις ἥδόμαι πεπραγμένοις,χρησμοῦ τε μὴ κρανθέντος οὐ βιώσιμον·μείζων γὰρ ἄτη· συμφορὰ δὲ καὶ τάδε.οὔτινά φημι θεῶν ἄτερ ὄλβιον, οὐ βαρύποτμον,ἄνδρα γενέσθαι·οὐδὲ τὸν αὐτὸν ἀεὶ βεβάναι δόμονεὐτυχίᾳ· παρὰ δʼ ἄλλαν ἄλλαμοῖρα διώκει.τὸν μὲν ἀφʼ ὑψηλῶν βραχὺν ᾤκισε,τὸν δʼ ἀλέταν εὐδαίμονα τεύχει.μόρσιμα δʼ οὔτι φυγεῖν θέμις, οὐ σοφί-ᾳ τις ἀπώσεται, ἀλλὰ μάταν ὁ πρό-θυμος ἀεὶ πόνον ἕξει.ἀλλὰ σὺ μὴ προπίτνων τὰ θεῶν φέρε, μηδʼ ὑπεράλγειφροντίδα λύπᾳ·εὐδόκιμον γὰρ ἔχει θανάτου μέροςἁ μελέα πρό τʼ ἀδελφῶν καὶ γᾶς·οὐδʼ ἀκλεής νινδόξα πρὸς ἀνθρώπων ὑποδέξεται·ἁ δʼ ἀρετὰ βαίνει διὰ μόχθων.ἄξια μὲν πατρός, ἄξια δʼ εὐγενί-ας τάδε γίγνεται· εἰ δὲ σέβεις θανά-τους ἀγαθῶν, μετέχω σοι.ὦ τέκνα, χαίρετʼ· Ἰόλεως δὲ ποῦ γέρων;μήτηρ τε πατρὸς τῆσδʼ ἕδρας ἀποστατεῖ;πάρεσμεν, οἵα δή γʼ ἐμοῦ παρουσία.τί χρῆμα κεῖσαι καὶ κατηφὲς ὄμμʼ ἔχεις;φροντίς τις ἦλθʼ οἰκεῖος, ᾗ συνειχόμην.ἔπαιρέ νυν σεαυτόν, ὄρθωσον κάρα.γέροντές ἐσμεν κοὐδαμῶς ἐρρώμεθα.ἥκω γε μέντοι χάρμα σοι φέρων μέγα.τίς δʼ εἶ σύ; ποῦ σοι συντυχὼν ἀμνημονῶ;Ὕλλου πενέστης· οὔ με γιγνώσκεις ὁρῶν;ὦ φίλταθʼ, ἥκεις ἆρα σωτὴρ νῷν βλάβης;μάλιστα· καὶ πρός γʼ εὐτυχεῖς τὰ νῦν τάδε.ὦ μῆτερ ἐσθλοῦ παιδός, Ἀλκμήνην λέγω,