θέλω· πέπλοις δὲ σῶμʼ ἐμὸν κρύψον παρών·ἐπεὶ σφαγῆς γε πρὸς τὸ δεινὸν εἶμʼ ἐγώ,εἴπερ πέφυκα πατρὸς οὗπερ εὔχομαι.οὐκ ἂν δυναίμην σῷ παρεστάναι μόρῳ.σὺ δʼ ἀλλὰ τοῦδε χρῇζε, μή μʼ ἐν ἀρσένων,ἀλλʼ ἐν γυναικῶν, χερσὶν ἐκπνεῦσαι βίον.ἔσται τάδʼ, ὦ τάλαινα παρθένων, ἐπεὶκἀμοὶ τόδʼ αἰσχρόν, μή σε κοσμεῖσθαι καλῶς,πολλῶν ἕκατι, τῆς τε σῆς εὐψυχίαςκαὶ τοῦ δικαίου· τλημονεστάτην δὲ σὲπασῶν γυναικῶν εἶδον ὀφθαλμοῖς ἐγώ.ἀλλʼ, εἴ τι βούλῃ, τούσδε τὸν γέροντά τεχώρει προσειποῦσʼ ὑστάτοις προσφθέγμασιν.ὦ χαῖρε, πρέσβυ, χαῖρε καὶ δίδασκέ μοιτοιούσδε τούσδε παῖδας, ἐς τὸ πᾶν σοφούς,ὥσπερ σύ, μηδὲν μᾶλλον· ἀρκέσουσι γάρ.πειρῶ δὲ σῶσαι μὴ θανεῖν, πρόθυμος ὤν·σοὶ παῖδές ἐσμεν, σαῖν χεροῖν τεθράμμεθα.ὁρᾷς δὲ κἀμὲ τὴν ἐμὴν ὥραν γάμουδιδοῦσαν ἀντὶ τῶνδε κατθανουμένην.ὑμεῖς τʼ, ἀδελφῶν ἡ παροῦσʼ ὁμιλία,εὐδαιμονοῖτε, καὶ γένοιθʼ ὑμῖν ὅσωνἡμὴ πάροιθε καρδία σφαγήσεται.καὶ τὸν γέροντα τήν τʼ ἔσω γραῖαν δόμωντιμᾶτε πατρὸς μητέρʼ Ἀλκμήνην ἐμοῦξένους τε τούσδε. κἂν ἀπαλλαγὴ πόνωνκαὶ νόστος ὑμῖν εὑρεθῇ ποτʼ ἐκ θεῶν,μέμνησθε τὴν σώτειραν ὡς θάψαι χρεών.κάλλιστά τοι δίκαιον· οὐ γὰρ ἐνδεὴςὑμῖν παρέστην, ἀλλὰ προύθανον γένους.τάδʼ ἀντὶ παίδων ἐστί μοι κειμήλιακαὶ παρθενείας, εἴ τι δὴ κάτω χθονός·εἴη γε μέντοι μηδέν. εἰ γὰρ ἕξομενκἀκεῖ μερίμνας οἱ θανούμενοι βροτῶν,οὐκ οἶδ’ ὅποι τις τρέψεται· τὸ γὰρ θανεῖνκακῶν μέγιστον φάρμακον νομίζεται.ἀλλʼ, ὦ μέγιστον ἐκπρέπουσʼ εὐψυχίᾳπασῶν γυναικῶν, ἴσθι, τιμιωτάτηκαὶ ζῶσʼ ὑφʼ ἡμῶν καὶ θανοῦσʼ ἔσῃ πολύ·καὶ χαῖρε· δυσφημεῖν γὰρ ἅζομαι θεάν,