αὐτὴ δὲ σωθεῖσʼ, ἐλπίδʼ εὖ πράξειν ἔχω·— πολλοὶ γὰρ ἤδη τῇδε προύδοσαν φίλους. —τίς γὰρ κόρην ἔρημον ἢ δάμαρτʼ ἔχειν,ἢ παιδοποιεῖν ἐξ ἐμοῦ βουλήσεται;οὐκ οὖν θανεῖν ἄμεινον ἢ τούτων τυχεῖνἀναξίαν; ἄλλῃ δὲ κἂν πρέποι τινὶμᾶλλον τάδʼ, ἥτις μὴ ’πίσημος ὡς ἐγώ.ἡγεῖσθʼ ὅπου δεῖ σῶμα κατθανεῖν τόδεκαὶ στεμματοῦτε καὶ κατάρχεσθʼ, εἰ δοκεῖ·νικᾶτε δʼ ἐχθρούς· ἥδε γὰρ ψυχὴ πάραἑκοῦσα κοὐκ ἄκουσα· κἀξαγγέλλομαιθνῄσκειν ἀδελφῶν τῶνδε κἀμαυτῆς ὕπερ.εὕρημα γάρ τοι μὴ φιλοψυχοῦσʼ ἐγὼκάλλιστον ηὕρηκ’, εὐκλεῶς λιπεῖν βίον.φεῦ φεῦ, τί λέξω παρθένου μέγαν λόγονκλύων, ἀδελφῶν ἣ πάρος θέλει θανεῖν;τούτων τίς ἂν λέξειε γενναίους λόγουςμᾶλλον, τίς ἂν δράσειεν ἀνθρώπων ἔτι;ὦ τέκνον, οὐκ ἔστʼ ἄλλοθεν τὸ σὸν κάρα,ἀλλʼ ἐξ ἐκείνου σπέρμα τῆς θείας φρενὸςπέφυκας Ἡράκλειος· οὐδʼ αἰσχύνομαιτοῖς σοῖς λόγοισι, τῇ τύχῃ δʼ ἀλγύνομαι.ἀλλʼ ᾗ γένοιτʼ ἂν ἐνδικωτέρως φράσω·πάσας ἀδελφὰς τῆσδε δεῦρο χρὴ καλεῖν,κᾆθʼ ἡ λαχοῦσα θνῃσκέτω γένους ὕπερ·σὲ δʼ οὐ δίκαιον κατθανεῖν ἄνευ πάλου.οὐκ ἂν θάνοιμι τῇ τύχῃ λαχοῦσʼ ἐγώ·χάρις γὰρ οὐ πρόσεστι· μὴ λέξῃς, γέρον.ἀλλʼ, εἰ μὲν ἐνδέχεσθε καὶ βούλεσθέ μοιχρῆσθαι προθύμως, τὴν ἐμὴν ψυχὴν ἐγὼδίδωμʼ ἑκοῦσα τοῖσδʼ, ἀναγκασθεῖσα δʼ οὔ.φεῦ·ὅδʼ αὖ λόγος σοι τοῦ πρὶν εὐγενέστερος·κἀκεῖνος ἦν ἄριστος· ἀλλʼ ὑπερφέρειςτόλμῃ τε τόλμαν καὶ λόγῳ χρηστῷ λόγον.οὐ μὴν κελεύω γʼ οὐδʼ ἀπεννέπω, τέκνον,θνῄσκειν σʼ· ἀδελφοὺς δʼ ὠφελεῖς θανοῦσα σούς.σοφῶς κελεύεις· μὴ τρέσῃς μιάσματοςτοὐμοῦ μετασχεῖν, ἀλλʼ ἐλευθέρως θάνω.ἕπου δέ, πρέσβυ· σῇ γὰρ ἐνθανεῖν χερὶ