μάλιστ’ ἀδελφῶν, τῶνδε κἀμαυτῆς πέριθέλω πυθέσθαι, μὴ ’πὶ τοῖς πάλαι κακοῖςπροσκείμενόν τι πῆμα σὴν δάκνει φρένα.ὦ παῖ, μάλιστα σʼ οὐ νεωστὶ δὴ τέκνωντῶν Ἡρακλείων ἐνδίκως αἰνεῖν ἔχω.ἡμῖν δὲ δόξας εὖ προχωρῆσαι δρόμοςπάλιν μεθέστηκʼ αὖθις ἐς τἀμήχανον·χρησμῶν γὰρ ᾠδούς φησι σημαίνειν ὅδε,οὐ ταῦρον οὐδὲ μόσχον, ἀλλὰ παρθένονσφάξαι Κόρῃ Δήμητρος ἥτις εὐγενής,εἰ χρὴ μὲν ἡμᾶς, χρὴ δὲ τήνδʼ εἶναι πόλιν.ταῦτʼ οὖν ἀμηχανοῦμεν· οὔτε γὰρ τέκνασφάξειν ὅδʼ αὑτοῦ φησιν οὔτʼ ἄλλου τινός.κἀμοὶ λέγει μὲν οὐ σαφῶς, λέγει δέ πως,εἰ μή τι τούτων ἐξαμηχανήσομεν,ἡμᾶς μὲν ἄλλην γαῖαν εὑρίσκειν τινά,αὐτὸς δὲ σῶσαι τήνδε βούλεται χθόνα.ἐν τῷδε κἀχόμεσθα σωθῆναι λόγῳ;ἐν τῷδε, τἄλλα γʼ εὐτυχῶς πεπραγότες.μή νυν τρέσῃς ἔτʼ ἐχθρὸν Ἀργεῖον δόρυ·ἐγὼ γὰρ αὐτὴ πρὶν κελευσθῆναι, γέρον,θνῄσκειν ἑτοίμη καὶ παρίστασθαι σφαγῇ.τί φήσομεν γάρ, εἰ πόλις μὲν ἀξιοῖκίνδυνον ἡμῶν οὕνεκʼ αἴρεσθαι μέγαν,αὐτοὶ δὲ προστιθέντες ἄλλοισιν πόνους,παρόν σφε σῷσαι, φευξόμεσθα μὴ θανεῖν;οὐ δῆτʼ, ἐπεί τοι καὶ γέλωτος ἄξια,στένειν μὲν ἱκέτας δαιμόνων καθημένους,πατρὸς δʼ ἐκείνου φύντας οὗ πεφύκαμενκακοὺς ὁρᾶσθαι· ποῦ τάδʼ ἐν χρηστοῖς πρέπει;κάλλιον, οἶμαι, τῆσδʼ — ἃ μὴ τύχοι ποτέ —πόλεως ἁλούσης, χεῖρας εἰς ἐχθρῶν πεσεῖν,κἄπειτα τινὰ πατρὸς οὖσαν εὐγενοῦςπαθοῦσαν Ἅιδην μηδὲν ἧσσον εἰσιδεῖν.ἀλλʼ ἐκπεσοῦσα τῆσδʼ ἀλητεύσω χθονός;κοὐκ αἰσχυνοῦμαι δῆτ’, ἐὰν δή τις λέγῃ·Τί δεῦρʼ ἀφίκεσθʼ ἱκεσίοισι σὺν κλάδοιςαὐτοὶ φιλοψυχοῦντες; ἔξιτε χθονός·κακοὺς γὰρ ἡμεῖς οὐ προσωφελήσομεν.ἀλλʼ οὐδὲ μέντοι, τῶνδε μὲν τεθνηκότων,