ποῖον δὲ γαίας ἕρκος οὐκ ἀφίγμεθα;ὀλούμεθʼ, ὦ τέκνʼ· ἐκδοθησόμεσθα δή.κἀμοῦ μὲν οὐδὲν εἴ με χρὴ θανεῖν μέλει,πλὴν εἴ τι τέρψω τοὺς ἐμοὺς ἐχθροὺς θανών·ὑμᾶς δὲ κλαίω καὶ κατοικτίρω, τέκνα,καὶ τὴν γεραιὰν μητέρʼ Ἀλκμήνην πατρός.ὦ δυστάλαινα τοῦ μακροῦ βίου σέθεν,τλήμων δὲ κἀγὼ πολλὰ μοχθήσας μάτην.χρῆν χρῆν ἄρʼ ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέραςπεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον.ἀλλʼ οἶσθ’ ὅ μοι σύμπραξον; οὐχ ἅπασα γὰρπέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας·ἔμʼ ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδʼ, ἄναξ,καὶ μήτε κινδύνευε, σωθήτω τέ μοιτέκνʼ· οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν· ἴτω.μάλιστα δʼ Εὐρυσθεύς με βούλοιτʼ ἂν λαβὼντὸν Ἡράκλειον σύμμαχον καθυβρίσαι·σκαιὸς γὰρ ἁνήρ. τοῖς σοφοῖς δʼ εὐκτὸν σοφῷἔχθραν συνάπτειν, μὴ ἀμαθεῖ φρονήματι·πολλῆς γὰρ αἰδοῦς καὶ δίκης τις ἂν τύχοι.ὦ πρέσβυ, μή νυν τήνδʼ ἐπαιτιῶ πόλιν·τάχʼ ἂν γὰρ ἡμῖν ψευδὲς ἀλλʼ ὅμως κακὸνγένοιτʼ ὄνειδος ὡς ξένους προυδώκαμεν.γενναῖα μὲν τάδʼ εἶπας, ἀλλʼ ἀμήχανα.οὐ σοῦ χατίζων δεῦρʼ ἄναξ στρατηλατεῖ·τί γὰρ γέροντος ἀνδρὸς Εὐρυσθεῖ πλέονθανόντος; ἀλλὰ τούσδε βούλεται κτανεῖν.δεινὸν γὰρ ἐχθροῖς βλαστάνοντες εὐγενεῖς,νεανίαι τε καὶ πατρὸς μεμνημένοιλύμας· ἃ κεῖνον πάντα προσκοπεῖν χρεών.ἀλλʼ, εἴ τινʼ ἄλλην οἶσθα καιριωτέρανβουλήν, ἑτοίμαζʼ, ὡς ἔγωγʼ ἀμήχανοςχρησμῶν ἀκούσας εἰμὶ καὶ φόβου πλέως.ξένοι, θράσος μοι μηδὲν ἐξόδοις ἐμαῖςπροσθῆτε· πρῶτον γὰρ τόδʼ ἐξαιτήσομαι·γυναικὶ γὰρ σιγή τε καὶ τὸ σωφρονεῖνκάλλιστον, εἴσω θʼ ἥσυχον μένειν δόμων.τῶν σῶν δʼ ἀκούσασʼ, Ἰόλεως, στεναγμάτωνἐξῆλθον, οὐ ταχθεῖσα πρεσβεύειν γένους.ἀλλʼ, εἰμὶ γάρ πως πρόσφορος, μέλει δέ μοι