τροπαῖά τʼ ἐχθρῶν καὶ πόλει σωτήρια,θυηπολεῖται δʼ ἄστυ μάντεων ὕπο.χρησμῶν δʼ ἀοιδοὺς πάντας εἰς ἓν ἁλίσαςἤλεγξα καὶ βέβηλα καὶ κεκρυμμέναλόγια παλαιά, τῇδε γῇ σωτήρια.καὶ τῶν μὲν ἄλλων διάφορʼ ἐστὶ θεσφάτοιςπόλλʼ· ἓν δὲ πᾶσι γνῶμα ταὐτὸν ἐμπρέπει·σφάξαι κελεύουσίν με παρθένον ΚόρῃΔήμητρος, ἥτις ἐστὶ πατρὸς εὐγενοῦς.ἐγὼ δʼ ἔχω μέν, ὡς ὁρᾷς, προθυμίαντοσήνδʼ ἐς ὑμᾶς· παῖδα δʼ οὔτʼ ἐμὴν κτενῶοὔτʼ ἄλλον ἀστῶν τῶν ἐμῶν ἀναγκάσωἄκονθʼ· ἑκὼν δὲ τίς κακῶς οὕτω φρονεῖ,ὅστις τὰ φίλτατʼ ἐκ χερῶν δώσει τέκνα;καὶ νῦν πικρὰς ἂν συστάσεις ἂν εἰσίδοις,τῶν μὲν λεγόντων ὡς δίκαιον ἦν ξένοιςἱκέταις ἀρήγειν, τῶν δὲ μωρίαν ἐμὴνκατηγορούντων· εἰ δὲ δὴ δράσω τόδε,οἰκεῖος ἤδη πόλεμος ἐξαρτύεται.ταῦτʼ οὖν ὅρα σὺ καὶ συνεξεύρισχʼ ὅπωςαὐτοί τε σωθήσεσθε καὶ πέδον τόδε,κἀγὼ πολίταις μὴ διαβληθήσομαι.οὐ γὰρ τυραννίδʼ ὥστε βαρβάρων ἔχω·ἀλλʼ, ἢν δίκαια δρῶ, δίκαια πείσομαι.ἀλλʼ ἦ πρόθυμον οὖσαν οὐκ ἐᾷ θεὸςξένοις ἀρήγειν τήνδε χρῄζουσιν πόλιν;ὦ τέκνʼ, ἔοιγμεν ναυτίλοισιν, οἵτινεςχειμῶνος ἐκφυγόντες ἄγριον μένοςἐς χεῖρα γῇ συνῆψαν, εἶτα χερσόθενπνοιαῖσιν ἠλάθησαν ἐς πόντον πάλιν.οὕτω δὲ χἡμεῖς τῆσδʼ ἀπωθούμεσθα γῆςἤδη πρὸς ἀκταῖς ὄντες ὡς σεσῳσμένοι.οἴμοι· τί δῆτʼ ἔτερψας ὦ τάλαινά μεἐλπὶς τότʼ, οὐ μέλλουσα διατελεῖν χάριν;συγγνωστὰ γάρ τοι καὶ τὰ τοῦδʼ, εἰ μὴ θέλεικτείνειν πολιτῶν παῖδας· αἰνέσαι δʼ ἔχωκαὶ τἀνθάδ’· εἰ θεοῖσι δὴ δοκεῖ τάδεπράσσειν ἔμʼ, οὔτοι σή γʼ ἀπόλλυται χάρις.ὦ παῖδες, ὑμῖν δʼ οὐκ ἔχω τί χρήσομαι.ποῖ τρεψόμεσθα; τίς γὰρ ἄστεπτος θεῶν;