γει Σθενέλου τύραννος.ὃς πόλιν ἐλθὼν ἑτέρανοὐδὲν ἐλάσσονʼ Ἄργους,θεῶν ἱκτῆρας ἀλάταςκαὶ ἐμᾶς χθονὸς ἀντομένουςξένος ὢν βιαίωςἕλκεις, οὐ βασιλεῦσιν εἴ-ξας, οὐκ ἄλλο δίκαιον εἰ-πών· ποῦ ταῦτα καλῶς ἂν εἴ-η παρά γʼ εὖ φρονοῦσιν;Εἰρήνα μὲν ἐμοί γʼ ἀρέ-σκει· σὺ δʼ, ὦ κακόφρων ἄναξ,λέγω, εἰ πόλιν ἥξεις,οὐχ οὕτως ἃ δοκεῖς κυρή-σεις· οὐ σοὶ μόνῳ ἔγχος οὐδʼἰτέα κατάχαλκός ἐστιν.ἀλλʼ οὐ, πολέμων ἐραστάς,μή μοι δορὶ συνταράξειςτὰν εὖ χαρίτων ἔχουσανπόλιν, ἀλλʼ ἀνάσχου.ὦ παῖ, τί μοι σύννοιαν ὄμμασιν φέρωνἥκεις; νέον τι πολεμίων λέξεις πέρι;μέλλουσιν ἢ πάρεισιν ἢ τί πυνθάνῃ;οὐ γάρ τι μὴ ψεύσῃς γε κήρυκος λόγους·ὁ γὰρ στρατηγὸς εὐτυχὴς τὰ πρὸς θεῶνεἶσιν, σάφʼ οἶδα, καὶ μάλʼ οὐ σμικρὸν φρονῶν,ἐς τὰς Ἀθήνας. ἀλλὰ τῶν φρονημάτωνὁ Ζεὺς κολαστὴς τῶν ἄγαν ὑπερφρόνων.ἥκει στράτευμʼ Ἀργεῖον Εὐρυσθεύς τʼ ἄναξ·ἐγώ νιν αὐτὸς εἶδον. ἄνδρα γὰρ χρεών,ὅστις στρατηγεῖν φησʼ ἐπίστασθαι καλῶς,οὐκ ἀγγέλοισι τοὺς ἐναντίους ὁρᾶν.πεδία μὲν οὖν γῆς ἐς τάδʼ οὐκ ἐφῆκέ πωστρατόν, λεπαίαν δʼ ὀφρύην καθήμενοςσκοπεῖ — δόκησιν δὴ τόδʼ ἂν λέγοιμί σοι —ποίᾳ προσάξει στρατόπεδον τὰ νῦν δορὸςἐν ἀσφαλεῖ τε τῆσδʼ ἱδρύσεται χθονός.καὶ τἀμὰ μέντοι πάντʼ ἄραρʼ ἤδη καλῶς·πόλις τʼ ἐν ὅπλοις, σφάγιά θʼ ἡτοιμασμέναἕστηκεν οἷς χρὴ ταῦτα τέμνεσθαι θεῶν,