πολλῷ σʼ ἐπαίνῳ Θησέως, ὦ τᾶν, πέλαςὑψηλὸν ἀρῶ καὶ λέγων τάδʼ εὐφρανῶὡς εὖ τʼ ἐδέξω καὶ τέκνοισιν ἤρκεσαςτοῖς Ἡρακλείοις, εὐγενὴς δʼ ἀνʼ Ἑλλάδασῴζεις πατρῴαν δόξαν, ἐξ ἐσθλῶν δὲ φὺςοὐδὲν κακίων τυγχάνεις γεγὼς πατρός,παύρων μετʼ ἄλλων· ἕνα γὰρ ἐν πολλοῖς ἴσωςεὕροις ἂν ὅστις ἐστὶ μὴ χείρων πατρός.ἀεί ποθʼ ἥδε γαῖα τοῖς ἀμηχάνοιςσὺν τῷ δικαίῳ βούλεται προσωφελεῖν.τοιγὰρ πόνους δὴ μυρίους ὑπὲρ φίλωνἤνεγκε, καὶ νῦν τόνδʼ ἀγῶνʼ ὁρῶ πέλας.σοί τʼ εὖ λέλεκται, καὶ τὰ τῶνδʼ αὐχῶ, γέρον,τοιαῦτʼ ἔσεσθαι· μνημονεύσεται χάρις.κἀγὼ μὲν ἀστῶν σύλλογον ποήσομαι,τάξω δʼ, ὅπως ἂν τὸν Μυκηναίων στρατὸνπολλῇ δέχωμαι χειρί· πρῶτα μὲν σκοποὺςπέμψω πρὸς αὐτόν, μὴ λάθῃ με προσπεσών·ταχὺς γὰρ Ἄργει πᾶς ἀνὴρ βοηδρόμος·μάντεις δʼ ἀθροίσας θύσομαι. σὺ δʼ ἐς δόμουςσὺν παισὶ χώρει, Ζηνὸς ἐσχάραν λιπών.εἰσὶν γὰρ οἵ σου, κἂν ἐγὼ θυραῖος ὦ,μέριμναν ἕξουσʼ. ἀλλʼ ἴθʼ ἐς δόμους, γέρον.οὐκ ἂν λίποιμι βωμόν· ἑζώμεσθα δὴἱκέται μένοντες ἐνθάδʼ εὖ πρᾶξαι πόλιν·ὅταν δʼ ἀγῶνος τοῦδʼ ἀπαλλαχθῇς καλῶς,ἴμεν πρὸς οἴκους. θεοῖσι δʼ οὐ κακίοσινχρώμεσθα συμμάχοισιν Ἀργείων, ἄναξ·τῶν μὲν γὰρ Ἥρα προστατεῖ, Διὸς δάμαρ,ἡμῶν δʼ Ἀθηνᾶ. φημὶ δʼ εἰς εὐπραξίανκαὶ τοῦθʼ ὑπάρχειν, θεῶν ἀμεινόνων τυχεῖν·νικωμένη γὰρ Παλλὰς οὐκ ἀνέξεται.Εἰ σὺ μέγʼ αὐχεῖς, ἕτεροισοῦ πλέον οὐ μέλονται,ὦ ξεῖν’ Ἀργόθεν ἐλθών,μεγαληγορίαισι δʼ ἐμὰςφρένας οὐ φοβήσεις.μήπω ταῖς μεγάλαισιν οὕ-τω καὶ καλλιχόροις Ἀθή-ναις εἴη· σὺ δʼ ἄφρων, ὅ τʼ Ἄρ-