σοὶ καὶ πολίταις γῇ τε τῇδε καὶ φυτοῖς·μάτην γὰρ ἥβην ὧδέ γʼ ἂν κεκτῄμεθαπολλὴν ἐν Ἄργει, μή σε τιμωρούμενοι.φθείρου· τὸ σὸν γὰρ Ἄργος οὐ δέδοικʼ ἐγώ.ἐνθένδε δʼ οὐκ ἔμελλες αἰσχύνας ἐμὲἄξειν βίᾳ τούσδʼ· οὐ γὰρ Ἀργείων πόλειὑπήκοον τήνδʼ ἀλλʼ ἐλευθέραν ἔχω.ὥρα προνοεῖν, πρὶν ὅροις πελάσαιστρατὸν Ἀργείων·μάλα δʼ ὀξὺς Ἄρης ὁ Μυκηναίων,ἐπὶ τοῖσι δὲ δὴ μᾶλλον ἔτʼ ἢ πρίν.πᾶσι γὰρ οὗτος κήρυξι νόμος,δὶς τόσα πυργοῦν τῶν γιγνομένωνπόσα νιν λέξειν βασιλεῦσι δοκεῖς,ὡς δείνʼ ἔπαθεν καὶ παρὰ μικρὸνψυχὴν ἦλθεν διακναῖσαι;οὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας,ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναιγαμεῖν τʼ ἀπʼ ἐσθλῶν· ὃς δὲ νικηθεὶς πόθῳκακοῖς ἐκοινώνησεν, οὐκ ἐπαινέσω,τέκνοις ὄνειδος οὕνεχʼ ἡδονῆς λιπεῖν.τὸ δυστυχὲς γὰρ ηὑγένει’ ἀμύνεταιτῆς δυσγενείας μᾶλλον· ἡμεῖς γὰρ κακῶνἐς τοὔσχατον πεσόντες ηὕρομεν φίλουςκαὶ ξυγγενεῖς τούσδʼ, οἳ τοσῆσδʼ οἰκουμένηςἙλληνίδος γῆς τῶνδε προύστησαν μόνοι.δότ’, ὦ τέκνʼ, αὐτοῖς χεῖρα δεξιάν, δότε·ὑμεῖς τε παισί, καὶ πέλας προσέλθετε.ὦ παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων·ἢν δʼ οὖν ποθʼ ὑμῖν νόστος ἐς πάτραν φανῇκαὶ δώματʼ οἰκήσητε καὶ τιμὰς πατρόςσωτῆρας αἰεὶ καὶ φίλους νομίζετε,καὶ μήποτʼ ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυμέμνησθέ μοι τήνδʼ, ἀλλὰ φιλτάτην πόλινπασῶν νομίζετʼ. ἄξιοι δʼ ὑμῖν σέβεινοἳ γῆν τοσήνδε καὶ Πελασγικὸν λεὼνἡμῶν ἀπηλλάξαντο πολεμίους ἔχειν,πτωχοὺς ἀλήτας εἰσορῶντες· ἀλλʼ ὅμωςοὐκ ἐξέδωκαν οὐδʼ ἀπήλασαν χθονός.ἐγὼ δὲ καὶ ζῶν καὶ θανών, ὅταν θάνω,