πράσσειν παρʼ ἡμῶν τούσδε πατρῴαν χάριν·τό τʼ αἰσχρόν, οὗπερ δεῖ μάλιστα φροντίσαι·εἰ γὰρ παρήσω τόνδε συλᾶσθαι βίᾳξένου πρὸς ἀνδρὸς βωμόν, οὐκ ἐλευθέρανοἰκεῖν δοκήσω γαῖαν, Ἀργείων δʼ ὄκνῳἱκέτας προδοῦναι· καὶ τάδʼ ἀγχόνης πέλας.ἀλλʼ ὤφελες μὲν εὐτυχέστερος μολεῖν,ὅμως δὲ καὶ νῦν μὴ τρέσῃς ὅπως σέ τιςσὺν παισὶ βωμοῦ τοῦδʼ ἀποσπάσει βίᾳ.σὺ δʼ Ἄργος ἐλθὼν ταῦτά τʼ Εὐρυσθεῖ φράσον,πρὸς τοῖσδέ τʼ, εἴ τι τοισίδʼ ἐγκαλεῖ ξένοις,δίκης κυρήσειν· τούσδε δʼ οὐκ ἄξεις ποτέ.οὐκ ἢν δίκαιον ᾖ τι καὶ νικῶ λόγῳ;καὶ πῶς δίκαιον τὸν ἱκέτην ἄγειν βίᾳ;οὐκ οὖν ἐμοὶ τόδʼ αἰσχρόν, ἀλλʼ οὐ σοὶ βλάβος;ἐμοί γʼ, ἐάν σοι τούσδʼ ἐφέλκεσθαι μεθῶ.σὺ δʼ ἐξόριζε, κᾆτʼ ἐκεῖθεν ἄξομεν.σκαιὸς πέφυκας τοῦ θεοῦ πλείω φρονῶν.δεῦρʼ, ὡς ἔοικε, τοῖς κακοῖσι φευκτέον.ἅπασι κοινὸν ῥῦμα δαιμόνων ἕδρα.ταῦτʼ οὐ δοκήσει τοῖς Μυκηναίοις ἴσως.οὐκ οὖν ἐγὼ τῶν ἐνθάδʼ εἰμὶ κύριος;βλάπτων γʼ ἐκείνους μηδέν, ἢν σὺ σωφρονῇς.βλάπτεσθʼ, ἐμοῦ γε μὴ μιαίνοντος θεούς.οὐ βούλομαί σε πόλεμον Ἀργείοις ἔχειν.κἀγὼ τοιοῦτος· τῶνδε δʼ οὐ μεθήσομαι.ἄξω γε μέντοι τοὺς ἐμοὺς ἐγὼ λαβών.οὐκ ἆρ’ ἐς Ἄργος ῥᾳδίως ἄπει πάλιν.πειρώμενος δὴ τοῦτό γʼ αὐτίκʼ εἴσομαι.κλαίων ἄρʼ ἅψῃ τῶνδε κοὐκ ἐς ἀμβολάς.μὴ πρὸς θεῶν κήρυκα τολμήσῃς θενεῖν.εἰ μή γʼ ὁ κῆρυξ σωφρονεῖν μαθήσεται.ἄπελθε· καὶ σὺ τοῦδε μὴ θίγῃς, ἄναξ.στείχω· μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη.ἥξω δὲ πολλὴν Ἄρεος Ἀργείου λαβὼνπάγχαλκον αἰχμὴν δεῦρο. μυρίοι δέ μεμένουσιν ἀσπιστῆρες Εὐρυσθεύς τʼ ἄναξαὐτὸς στρατηγῶν· Ἀλκάθου δʼ ἐπʼ ἐσχάτοιςκαραδοκῶν τἀνθένδε τέρμασιν μένει.λαμπρὸς δʼ ἀκούσας σὴν ὕβριν φανήσεται