τοῦ ζῆν παρʼ ἐσθλοῖς ἀνδράσιν νομίζεται.πόλιν μὲν ἀρκεῖ· καὶ γὰρ οὖν ἐπίφθονονλίαν ἐπαινεῖν ἐστι, πολλάκις δὲ δὴκαὐτὸς βαρυνθεὶς οἶδʼ ἄγαν αἰνούμενος.σοὶ δʼ ὡς ἀνάγκη τούσδε βούλομαι φράσαισῴζειν, ἐπείπερ τῆσδε προστατεῖς χθονός.Πιτθεὺς μέν ἐστι Πέλοπος, ἐκ δὲ ΠιτθέωςΑἴθρα, πατὴρ δʼ ἐκ τῆσδε γεννᾶται σέθενΘησεύς. πάλιν δὲ τῶνδʼ ἄνειμί σοι γένος.Ἡρακλέης ἦν Ζηνὸς Ἀλκμήνης τε παῖς,κείνη δὲ Πέλοπος θυγατρός. αὐτανεψίωνπατὴρ ἂν εἴη σός τε χὡ τούτων γεγώς.γένους μὲν ἥκεις ὧδε τοῖσδε, Δημοφῶν·ἃ δʼ ἐκτὸς ἤδη τοῦ προσήκοντός σε δεῖτεῖσαι λέγω σοι παισί· φημὶ γάρ ποτεσύμπλους γενέσθαι τῶνδʼ ὑπασπίζων πατρὶζωστῆρα Θησεῖ τὸν πολυκτόνον μέτα·Ἅιδου τʼ ἐρυμνῶν ἐξανήγαγεν μυχῶνπατέρα σόν· Ἑλλὰς πᾶσα τοῦτο μαρτυρεῖ.ὧν ἀντιδοῦναί σʼ οἵδʼ ἀπαιτοῦσιν χάριν,μήτʼ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶντῶν σῶν ἀποσπασθέντες ἐκπεσεῖν χθονός.σοὶ γὰρ τόδʼ αἰσχρὸν χωρίς, ἔν τε πόλει κακόν,ἱκέτας ἀλήτας συγγενεῖς, οἴμοι, κακῶς —βλέψον πρὸς αὐτοὺς βλέψον· — ἕλκεσθαι βίᾳ.ἀλλʼ ἄντομαί σε καὶ καταστέφω χεροῖν,καὶ πρὸς γενείου, μηδαμῶς ἀτιμάσῃςτοὺς Ἡρακλείους παῖδας ἐς χέρας λαβών·γενοῦ δὲ τοῖσδε συγγενής, γενοῦ φίλοςπατὴρ ἀδελφὸς δεσπότης· ἅπαντα γὰρταῦτʼ ἐστὶ κρείσσω πλὴν ὑπʼ Ἀργείοις πεσεῖν.ᾤκτιρʼ ἀκούσας τούσδε συμφορᾶς, ἄναξ.τὴν δʼ εὐγένειαν τῆς τύχης νικωμένηννῦν δὴ μάλιστʼ ἐσεῖδον· οἵδε γὰρ πατρὸςἐσθλοῦ γεγῶτες δυστυχοῦσʼ ἀναξίως.τρισσαί μʼ ἀναγκάζουσι συμφορᾶς ὁδοί,Ἰόλαε, τοὺς σοὺς μὴ παρώσασθαι ξένους·τὸ μὲν μέγιστον Ζεὺς ἐφʼ οὗ σὺ βώμιοςθακεῖς νεοσσῶν τήνδʼ ἔχων πανήγυριν·τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶς