δόξῃς ἀγῶνα τόνδʼ ἄτερ χαλυβδικοῦ.τί δῆτα φήσεις, ποῖα πεδίʼ ἀφαιρεθείς,τί ῥυσιασθείς, πόλεμον Ἀργείοις ἔχειν;ποίοις δʼ ἀμύνων συμμάχοις, τίνος δʼ ὕπερθάψεις νεκροὺς πεσόντας; ἦ κακὸν λόγονκτήσῃ πρὸς ἀστῶν, εἰ γέροντος οὕνεκα,τύμβου, τὸ μηδὲν ὄντος, ὡς εἰπεῖν ἔπος,παίδων τε τῶνδʼ, ἐς ἄντλον ἐμβήσῃ πόδα.ἐρεῖς τὸ λῷστον ἐλπίδʼ εὑρήσειν μόνον.καὶ τοῦτο πολλῷ τοῦ παρόντος ἐνδεές·κακῶς γὰρ Ἀργείοισιν οἵδ’ ὡπλισμένοιςμάχοιντʼ ἂν ἡβήσαντες, εἴ τι τοῦτό σεψυχὴν ἐπαίρει· χοὑν μέσῳ πολὺς χρόνοςἐν ᾧ διεργασθεῖτʼ ἄν. ἀλλʼ ἐμοὶ πιθοῦ·δοὺς μηδέν, ἀλλὰ τἄμ’ ἐῶν ἄγειν ἐμὲκτῆσαι Μυκήνας, μηδʼ ὅπερ φιλεῖτε δρᾶνπάθῃς σὺ τοῦτο, τοὺς ἀμείνονας παρὸνφίλους ἑλέσθαι, τοὺς κακίονας λάβῃς.τίς ἂν δίκην κρίνειεν ἢ γνοίη λόγον,πρὶν ἂν παρʼ ἀμφοῖν μῦθον ἐκμάθῃ σαφῶς;ἄναξ — ὑπάρχει μὲν τόδʼ ἐν τῇ σῇ χθονί —εἰπεῖν ἀκοῦσαί τʼ ἐν μέρει πάρεστί μοι,κοὐδείς μʼ ἀπώσει πρόσθεν, ὥσπερ ἄλλοθεν.ἡμῖν δὲ καὶ τῷδʼ οὐδέν ἐστιν ἐν μέρει·ἐπεὶ γὰρ Ἄργους οὐ μέτεσθʼ ἡμῖν ἔτι,ψήφῳ δοκῆσαν, ἀλλὰ φεύγομεν πάτραν,πῶς ἂν δικαίως ὡς Μυκηναίους ἄγοιὧδʼ ὄντας ἡμᾶς, οὓς ἀπήλασαν χθονός;ξένοι γάρ ἐσμεν. ἢ τὸν Ἑλλήνων ὅρονφεύγειν δικαιοῦθʼ ὅστις ἂν τἄργος φύγῃ;οὔκουν Ἀθήνας γʼ· οὐ γὰρ Ἀργείων φόβῳτοὺς Ἡρακλείους παῖδας ἐξελῶσι γῆς.οὐ γάρ τι Τραχίς ἐστιν οὐδʼ Ἀχαιικὸνπόλισμʼ, ὅθεν σὺ τούσδε, τῇ δίκῃ μὲν οὔ,τὸ δʼ Ἄργος ὀγκῶν, οἷάπερ καὶ νῦν λέγεις,ἤλαυνες ἱκέτας βωμίους καθημένους.εἰ γὰρ τόδʼ ἔσται καὶ λόγους κρινοῦσι σούς,οὐκ οἶδʼ Ἀθήνας τάσδʼ ἐλευθέρας ἔτι.ἀλλʼ οἶδʼ ἐγὼ τὸ τῶνδε λῆμα καὶ φύσιν·θνῄσκειν θελήσουσʼ· ἡ γὰρ αἰσχύνη πάρος