μήθʼ αἷμʼ ἐάσῃς εἰς ἐμὸν στάξαι τόπον.κακὸν γὰρ αὐτοῖς νόστον ἀντὶ τῶνδʼ ἐγὼδώσω· διπλοῦν δὲ κέρδος ἕξετʼ ἐξ ἐμοῦ,ὑμᾶς τʼ ὀνήσω τούσδε τε βλάψω θανών.τί δῆτα μέλλετʼ, εἰ πόλει σωτηρίανκατεργάσασθαι τοῖσί τʼ ἐξ ἡμῶν χρεών,κτείνειν τὸν ἄνδρα τόνδʼ, ἀκούοντες τάδε;δείκνυσι γὰρ κέλευθον ἀσφαλεστάτην·ἐχθρὸς μὲν ἁνήρ, ὠφελεῖ δὲ κατθανών.κομίζετʼ αὐτόν, δμῶες· εἶτα χρὴ κυσὶνδοῦναι κτανόντας· μὴ γὰρ ἐλπίσῃς ὅπωςαὖθις πατρῴας ζῶν ἔμʼ ἐκβαλεῖς χθονός.ταὐτὰ δοκεῖ μοι. στείχετʼ, ὀπαδοί.τὰ γὰρ ἐξ ἡμῶνκαθαρῶς ἔσται βασιλεῦσιν.