δέξεται νύμφα χρυσέων ἀναδεσμῶνδέξεται δύστανος ἄταν·ξανθᾷ δ’ ἀμφὶ κόμᾳ θήσει τὸν Ἅιδακόσμον αὐτὰ χεροῖν. λαβοῦσα.πείσει χάρις ἀμβρόσιός τ’ αὐγὰ πέπλωνχρυσέων τευκτὸν στέφανον περιθέσθαι·νερτέροις δ’ ἤδη πάρα νυμφοκομήσει.τοῖον εἰς ἕρκος πεσεῖταικαὶ μοῖραν θανάτου δύστανος· ἄταν δ’οὐχ ὑπεκφεύξεται.σὺ δ’, ὦ τάλαν, ὦ κακόνυμφε κηδεμὼν τυράννων,παισὶν οὐ κατειδὼςὄλεθρον βιοτᾷ προσάγεις ἀλόχῳ τεσᾷ στυγερὸν θάνατον.δύστανε μοίρας ὅσον παροίχῃ.μεταστένομαι δὲ σὸν ἄλγος, ὦ τάλαινα παίδωνμᾶτερ, ἃ φονεύσειςτέκνα νυμφιδίων ἕνεκεν λεχέων, ἅσοι προλιπὼν ἀνόμωςἄλλᾳ ξυνοικεῖ πόσις συνεύνῳ.δέσποιν’, ἀφεῖνται παῖδες οἵδε σοὶ φυγῆς,καὶ δῶρα νύμφη βασιλὶς ἀσμένη χεροῖνἐδέξατ’· εἰρήνη δὲ τἀκεῖθεν τέκνοις.ἔα.τί συγχυθεῖσ’ ἕστηκας ἡνίκ’ εὐτυχεῖς;τί σὴν ἔστρεψας ἔμπαλιν παρηίδακοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον;αἰαῖ.τάδ’ οὐ ξυνῳδὰ τοῖσιν ἐξηγγελμένοις.αἰαῖ μάλ’ αὖθις.μῶν τιν’ ἀγγέλλων τύχηνοὐκ οἶδα, δόξης δ’ ἐσφάλην εὐαγγέλου;ἤγγειλας οἷ’ ἤγγειλας· οὐ σὲ μέμφομαι.·τί δαὶ κατηφεῖς ὄμμα καὶ δακρυρροεῖς;πολλή μ’ ἀνάγκη, πρέσβυ· ταῦτα γὰρ θεοὶκἀγὼ κακῶς φρονοῦσ’ ἐμηχανησάμην.θάρσει· κάτει τοι καὶ σὺ πρὸς τέκνων ἔτι.ἄλλους κατάξω πρόσθεν ἡ τάλαιν’ ἐγώ.οὔτοι μόνη σὺ σῶν ἀπεζύγης τέκνων·κούφως φέρειν χρὴ θνητὸν ὄντα συμφοράς.