ἡμεῖς μὲν ἐκ γῆς τῆσδ’ ἀπαίρομεν φυγῇ,παῖδες δ’ ὅπως ἂν ἐκτραφῶσι σῇ χερί,αἰτοῦ Κρέοντα τήνδε μὴ φεύγειν χθόνα.οὐκ οἶδ’ ἂν εἰ πείσαιμι, πειρᾶσθαι δὲ χρή.σὺ δ’ ἀλλὰ σὴν κέλευσον αἰτεῖσθαι πατρὸςγυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα.μάλιστα, καὶ πείσειν γε δοξάζω σφ’ ἐγώ.εἴπερ γυναικῶν ἐστι τῶν ἄλλων μία.συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου·πέμψω γὰρ αὐτῇ δῶρ’ ἃ καλλιστεύεταιτῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ’ ἐγώ, πολύ,λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατονπαῖδας φέροντας. ἀλλ’ ὅσον τάχος χρεὼνκόσμον κομίζειν δεῦρο προσπόλων τινά.εὐδαιμονήσει δ’ οὐχ ἕν, ἀλλὰ μυρία,ἀνδρός τ’ ἀρίστου σοῦ τυχοῦσ’ ὁμευνέτουκεκτημένη τε κόσμον ὅν ποθ’ Ἥλιοςπατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς.λάζυσθε φερνὰς τάσδε, παῖδες, ἐς χέραςκαὶ τῇ τυράννῳ μακαρίᾳ νύμφῃ δότεφέροντες· οὔτοι δῶρα μεμπτὰ δέξεται.τί δ’, ὦ ματαία, τῶνδε σὰς κενοῖς χέρας;δοκεῖς σπανίζειν δῶμα βασίλειον πέπλων,δοκεῖς δὲ χρυσοῦ; σῷζε, μὴ δίδου τάδε.εἴπερ γὰρ ἡμᾶς ἀξιοῖ λόγου τινὸςγυνή, προθήσει χρημάτων, σάφ’ οἶδ’ ἐγώ.μή μοι σύ· πείθειν δῶρα καὶ θεοὺς λόγος·χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς.κείνης ὁ δαίμων, κεῖνα νῦν αὔξει θεός,νέα τυραννεῖ· τῶν δ’ ἐμῶν παίδων φυγὰςψυχῆς ἂν ἀλλαξαίμεθ’, οὐ χρυσοῦ μόνον.ἀλλ’, ὦ τέκν’, εἰσελθόντε πλουσίους δόμουςπατρὸς νέαν γυναῖκα, δεσπότιν δ’ ἐμήν,ἱκετεύετ’, ἐξαιτεῖσθε μὴ φυγεῖν χθόνα,κόσμον διδόντες—τοῦδε γὰρ μάλιστα δεῖ—ἐς χεῖρ’ ἐκείνης δῶρα δέξασθαι τάδε.ἴθ’ ὡς τάχιστα· μητρὶ δ’ ὧν ἐρᾷ τυχεῖνεὐάγγελοι γένοισθε πράξαντες καλῶς.νῦν ἐλπίδες οὐκέτι μοι παίδων ζόας,οὐκέτι· στείχουσι γὰρ ἐς φόνον ἤδη.