δράσω τάδ’. ἀλλὰ βαῖνε δωμάτων ἔσωκαὶ παισὶ πόρσυν’ οἷα χρὴ καθ’ ἡμέραν.ὦ τέκνα τέκνα, σφῷν μὲν ἔστι δὴ πόλιςκαὶ δῶμ’, ἐν ᾧ, λιπόντες ἀθλίαν ἐμέ,οἰκήσετ’ αἰεὶ μητρὸς ἐστερημένοι·ἐγὼ δ’ ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς,πρὶν σφῷν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας,πρὶν λέκτρα καὶ γυναῖκα καὶ γαμηλίουςεὐνὰς ἀγῆλαι λαμπάδας τ’ ἀνασχεθεῖν.ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας.ἄλλως ἄρ’ ὑμᾶς, ὦ τέκν’, ἐξεθρεψάμην,ἄλλως δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις,στερρὰς ἐνεγκοῦσ’ ἐν τόκοις ἀλγηδόνας.ἦ μήν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδαςπολλὰς ἐν ὑμῖν, γηροβοσκήσειν τ’ ἐμὲκαὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,ζηλωτὸν ἀνθρώποισι· νῦν δ’ ὄλωλε δὴγλυκεῖα φροντίς. σφῷν γὰρ ἐστερημένηλυπρὸν διάξω βίοτον ἀλγεινόν τ’ ἐμοί.ὑμεῖς δὲ μητέρ’ οὐκέτ’ ὄμμασιν φίλοιςὄψεσθ’, ἐς ἄλλο σχῆμ’ ἀποστάντες βίου.φεῦ φεῦ· τί προσδέρκεσθέ μ’ ὄμμασιν, τέκνα;τί προσγελᾶτε τὸν πανύστατον γέλων;αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται,γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων.οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματατὰ πρόσθεν· ἄξω παῖδας ἐκ γαίας ἐμούς.τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖςλυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά;οὐ δῆτ’ ἔγωγε. χαιρέτω βουλεύματα.καίτοι τί πάσχω; βούλομαι γέλωτ’ ὀφλεῖνἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους;τολμητέον τάδ’. ἀλλὰ τῆς ἐμῆς κάκης,τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί.χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτῳ δὲ μὴθέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν,αὐτῷ μελήσει· χεῖρα δ’ οὐ διαφθερῶ.ἆ ἆ.μὴ δῆτα, θυμέ, μὴ σύ γ’ ἐργάσῃ τάδε·ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων·