Εἴθ’ ὤφελ’ Ἀργοῦς μὴ διαπτάσθαι σκάφοςΚόλχων ἐς αἶαν κυανέας Συμπληγάδας,μηδ’ ἐν νάπαισι Πηλίου πεσεῖν ποτετμηθεῖσα πεύκη, μηδ’ ἐρετμῶσαι χέραςἀνδρῶν ἀρίστων, οἳ τὸ πάγχρυσον δέραςΠελίᾳ μετῆλθον. οὐ γὰρ ἂν δέσποιν’ ἐμὴΜήδεια πύργους γῆς ἔπλευσ’ Ἰωλκίαςἔρωτι θυμὸν ἐκπλαγεῖσ’ Ἰάσονος·οὐδ’ ἂν κτανεῖν πείσασα Πελιάδας κόραςπατέρα κατῴκει τήνδε γῆν Κορινθίανξὺν ἀνδρὶ καὶ τέκνοισιν, ἁνδάνουσα μὲνφυγῇ πολιτῶν ὧν ἀφίκετο χθόνα,αὐτή τε πάντα ξυμφέρουσ’ Ἰάσονι·ἥπερ μεγίστη γίγνεται σωτηρία,ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ.νῦν δ’ ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ φίλτατα.προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ’ ἐμὴνγάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται,γήμας Κρέοντος παῖδ’, ὃς αἰσύμνᾷ χθονός·Μήδεια δ’ ἡ δύστηνος ἠτιμασμένηβοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δὲ δεξιάς,πίστιν μεγίστην, καὶ θεοὺς μαρτύρεταιοἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ.κεῖται δ’ ἄσιτος, σῶμ’ ὑφεῖσ’ ἀλγηδόσι,τὸν πάντα συντήκουσα δακρύοις χρόνον,ἐπεὶ πρὸς ἀνδρὸς ᾔσθετ’ ἠδικημένη,οὔτ’ ὄμμ’ ἐπαίρουσ’ οὔτ’ ἀπαλλάσσουσα γῆςπρόσωπον· ὡς δὲ πέτρος ἢ θαλάσσιοςκλύδων ἀκούει νουθετουμένη φίλων·ἢν μή ποτε στρέψασα πάλλευκον δέρηναὐτὴ πρὸς αὑτὴν πατέρ’ ἀποιμώξῃ φίλονκαὶ γαῖαν οἴκους θ’, οὓς προδοῦσ’ ἀφίκετομετ’ ἀνδρὸς ὅς σφε νῦν ἀτιμάσας ἔχει.ἔγνωκε δ’ ἡ τάλαινα συμφορᾶς ὕποοἷον πατρῴας μὴ ἀπολείπεσθαι χθονός.στυγεῖ δὲ παῖδας οὐδ’ ὁρῶσ’ εὐφραίνεται.δέδοικα δ’ αὐτὴν μή τι βουλεύσῃ νέον·βαρεῖα γὰρ φρήν, οὐδ’ ἀνέξεται κακῶςπάσχουσ’· ἐγᾦδα τήνδε, δειμαίνω τέ νινμὴ θηκτὸν ὤσῃ φάσγανον δι’ ἥπατος,