σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος.λάβεσθε χειρὸς δεξιᾶς· οἴμοι, κακῶνὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων.ἆρ’, ὦ τέκν’, οὕτω καὶ πολὺν ζῶντες χρόνονφίλην ὀρέξετ’ ὠλένην; τάλαιν’ ἐγώ,ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα.χρόνῳ δὲ νεῖκος πατρὸς ἐξαιρουμένηὄψιν τέρειναν τήνδ’ ἔπλησα δακρύων.κἀμοὶ κατ’ ὄσσων χλωρὸν ὡρμήθη δάκρυ·καὶ μὴ προβαίη μεῖζον ἢ τὸ νῦν κακόν.αἰνῶ, γύναι, τάδ’, οὐδ’ ἐκεῖνα μέμφομαι·εἰκὸς γὰρ ὀργὰς θῆλυ ποιεῖσθαι γένοςγάμου παρεμπολῶντος ἀλλοίου πόσει.ἀλλ’ ἐς τὸ λῷον σὸν μεθέστηκεν κέαρ,ἔγνως δὲ τὴν νικῶσαν, ἀλλὰ τῷ χρόνῳ,βουλήν· γυναικὸς ἔργα ταῦτα σώφρονος.ὑμῖν δέ, παῖδες, οὐκ ἀφροντίστως πατὴρπολλὴν ἔθηκε σὺν θεοῖς σωτηρίαν·οἶμαι γὰρ ὑμᾶς τῆσδε γῆς Κορινθίαςτὰ πρῶτ’ ἔσεσθαι σὺν κασιγνήτοις ἔτι.ἀλλ’ αὐξάνεσθε· τἄλλα δ’ ἐξεργάζεταιπατήρ τε καὶ θεῶν ὅστις ἐστὶν εὐμενής·ἴδοιμι δ’ ὑμᾶς εὐτραφεῖς ἥβης τέλοςμολόντας, ἐχθρῶν τῶν ἐμῶν ὑπερτέρους.αὕτη, τί χλωροῖς δακρύοις τέγγεις κόρας,στρέψασα λευκὴν ἔμπαλιν παρηίδα;κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον;οὐδέν. τέκνων τῶνδ’ ἐννοουμένη πέρι.θάρσει νυν· εὖ γὰρ τῶνδ’ ἐγὼ θήσω πέρι.δράσω τάδ’· οὔτοι σοῖς ἀπιστήσω λόγοις·γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ.τί δῆτα λίαν τοῖσδ’ ἐπιστένεις τέκνοις;ἔτικτον αὐτούς· ζῆν δ’ ὅτ’ ἐξηύχου τέκνα,ἐσῆλθέ μ’ οἶκτος εἰ γενήσεται τάδε.ἀλλ’ ὧνπερ οὕνεκ’ εἰς ἐμοὺς ἥκεις λόγους,τὰ μὲν λέλεκται, τῶν δ’ ἐγὼ μνησθήσομαι.ἐπεὶ τυράννοις γῆς μ’ ἀποστεῖλαι δοκεῖ—κἀμοὶ τάδ’ ἐστὶ λῷστα, γιγνώσκω καλῶς,μήτ’ ἐμποδὼν σοὶ μήτε κοιράνοις χθονὸςναίειν· δοκῶ γὰρ δυσμενὴς εἶναι δόμοις—