καρδίᾳ τε λήψῃδεινὰν προσάγουσα τόλμαν;πῶς δ’ ὄμματα προσβαλοῦσατέκνοις ἄδακρυν μοῖρανσχήσεις φόνου; οὐ δυνάσῃ,παίδων ἱκετᾶν πιτνόντων,τέγξαι χέρα φοινίαντλάμονι θυμῷ.ἥκω κελευσθείς· καὶ γὰρ οὖσα δυσμενὴςοὔ τἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλ’ ἀκούσομαιτί χρῆμα βούλῃ καινὸν ἐξ ἐμοῦ, γύναι.Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένωνσυγγνώμον’ εἶναι· τὰς δ’ ἐμὰς ὀργὰς φέρεινεἰκός σ’, ἐπεὶ νῷν πόλλ’ ὑπείργασται φίλα.ἐγὼ δ’ ἐμαυτῇ διὰ λόγων ἀφικόμηνκἀλοιδόρησα· Σχετλία, τί μαίνομαικαὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ,ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαιπόσει θ’, ὃς ἡμῖν δρᾷ τὰ συμφορώτατα,γήμας τύραννον καὶ κασιγνήτους τέκνοιςἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαιθυμοῦ—τί πάσχω;—θεῶν ποριζόντων καλῶς;οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόναφεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων;ταῦτ’ ἐννοήσασ’ ᾐσθόμην ἀβουλίανπολλὴν ἔχουσα καὶ μάτην θυμουμένη.νῦν οὖν ἐπαινῶ· σωφρονεῖν τ’ ἐμοὶ δοκεῖςκῆδος τόδ’ ἡμῖν προσλαβών, ἐγὼ δ’ ἄφρων,ᾗ χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων,καὶ ξυγγαμεῖν σοι, καὶ παρεστάναι λέχεινύμφην τε κηδεύουσαν ἥδεσθαι σέθεν.ἀλλ’ ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν,γυναῖκες· οὔκουν χρῆν σ’ ὁμοιοῦσθαι κακοῖς,οὐδ’ ἀντιτείνειν νήπι’ ἀντὶ νηπίων.παριέμεσθα, καί φαμεν κακῶς φρονεῖντότ’, ἀλλ’ ἄμεινον νῦν βεβούλευμαι τάδε·ὦ τέκνα τέκνα, δεῦτε, λείπετε στέγας,ἐξέλθετ’, ἀσπάσασθε καὶ προσείπατεπατέρα μεθ’ ἡμῶν, καὶ διαλλάχθηθ’ ἅματῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα·