τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος.ἐπείπερ ἡμῖν τόνδ’ ἐκοίνωσας λόγον,σέ τ’’ ὠφελεῖν θέλουσα, καὶ νόμοις βροτῶνξυλλαμβάνουσα, δρᾶν σ’ ἀπεννέπω τάδε.οὐκ ἔστιν ἄλλως· σοὶ δὲ συγγνώμη λέγειντάδ’ ἐστί, μὴ πάσχουσαν, ὡς ἐγώ, κακῶς.ἀλλὰ κτανεῖν σὸν σπέρμα τολμήσεις, γύναι;οὕτω γὰρ ἂν μάλιστα δηχθείη πόσις.σὺ δ’ ἂν γένοιό γ’ ἀθλιωτάτη γυνή.ἴτω· περισσοὶ πάντες οὑν μέσῳ λόγοι.ἀλλ’ εἶα χώρει καὶ κόμιζ’ Ἰάσονα·ἐς πάντα γὰρ δὴ σοὶ τὰ πιστὰ χρώμεθα.λέξῃς δὲ μηδὲν τῶν ἐμοὶ δεδογμένων,εἴπερ φρονεῖς εὖ δεσπόταις γυνή τ’ ἔφυς.Ἐρεχθεΐδαι τὸ παλαιὸν ὄλβιοικαὶ θεῶν παῖδες μακάρων, ἱερᾶςχώρας ἀπορθήτου τ’ ἄπο, φερβόμενοικλεινοτάταν σοφίαν, αἰεὶ διὰ λαμπροτάτουβαίνοντες ἁβρῶς αἰθέρος, ἔνθα ποθ’ ἁγνὰςἐννέα Πιερίδας Μούσας λέγουσιξανθὰν Ἁρμονίαν φυτεῦσαι·τοῦ καλλινάου τ’ ἐπὶ Κηφισοῦ ῥοαῖςτὰν Κύπριν κλῄζουσιν ἀφυσσαμένανχώραν καταπνεῦσαι μετρίας ἀνέμωνἡδυπνόους αὔρας· αἰεὶ δ’ ἐπιβαλλομένανχαίταισιν εὐώδη ῥοδέων πλόκον ἀνθέωντᾷ Σοφίᾳ παρέδρους πέμπειν Ἔρωτας,παντοίας ἀρετᾶς ξυνεργούς.πῶς οὖν ἱερῶν ποταμῶνἢ πόλις; ἦ φίλωνπόμπιμός σε χώρατὰν παιδολέτειραν ἕξει,τὰν οὐχ ὁσίαν μετ’ ἄλλων;σκέψαι τεκέων πλαγάν,σκέψαι φόνον οἷον αἴρῃ.μή, πρὸς γονάτων σε πάντηπάντως ἱκετεύομεν,τέκνα φονεύσῃς.πόθεν θράσος ἢ φρενὸς ἢχειρὶ τέκνων σέθεν