ἐκ τοῦδ’ ἀναψόμεσθα πρυμνήτην κάλων,μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος.ἤδη δὲ πάντα τἀμά σοι βουλεύματαλέξω· δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους.πέμψασ’ ἐμῶν τιν’ οἰκετῶν Ἰάσοναἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι·μολόντι δ’ αὐτῷ μαλθακοὺς λέξω λόγους,ὡς καὶ δοκεῖ μοι ταὐτά, καὶ καλῶς ἔχεινγάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει·καὶ ξύμφορ’ εἶναι καὶ καλῶς ἐγνωσμένα.παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι,οὐχ ὡς λιποῦσ’ ἂν πολεμίας ἐπὶ χθονὸςἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι,ἀλλ’ ὡς δόλοισι παῖδα βασιλέως κτάνω.πέμψω γὰρ αὐτοὺς δῶρ’ ἔχοντας ἐν χεροῖν,νύμφῃ φέροντας, τήνδε μὴ φυγεῖν χθόνα,λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον·κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ,κακῶς ὀλεῖται πᾶς θ’ ὃς ἂν θίγῃ κόρης·τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα.ἐνταῦθα μέντοι τόνδ’ ἀπαλλάσσω λόγον·ᾤμωξα δ’ οἷον ἔργον ἔστ’ ἐργαστέοντοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶτἄμ’· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται·δόμον τε πάντα συγχέασ’ Ἰάσονοςἔξειμι γαίας, φιλτάτων παίδων φόνονφεύγουσα καὶ τλᾶσ’ ἔργον ἀνοσιώτατον.οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι.ἴτω· τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶςοὔτ’ οἶκος ἔστιν οὔτ’ ἀποστροφὴ κακῶν.ἡμάρτανον τόθ’ ἡνίκ’ ἐξελίμπανονδόμους πατρῴους, ἀνδρὸς Ἕλληνος λόγοιςπεισθεῖσ’, ὃς ἡμῖν σὺν θεῷ τείσει δίκην.οὔτ’ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτεζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγουνύμφης τεκνώσει παῖδ’, ἐπεὶ κακῶς κακὴνθανεῖν σφ’ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις.μηδείς με φαύλην κἀσθενῆ νομιζέτωμηδ’ ἡσυχαίαν, ἀλλὰ θατέρου τρόπου,βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ·