δέσποιναν—ἡσύχαζε καὶ σίγα λόγον.ὦ τέκν’, ἀκούεθ’ οἷος εἰς ὑμᾶς πατήρ;ὄλοιτο μὲν μή· δεσπότης γάρ ἐστ’ ἐμός·ἀτὰρ κακός γ’ ὢν ἐς φίλους ἁλίσκεται.τίς δ’ οὐχὶ θνητῶν; ἄρτι γιγνώσκεις τόδε,ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ,οἳ μὲν δικαίως, οἳ δὲ καὶ κέρδους χάριν,εἰ τούσδε γ’ εὐνῆς οὕνεκ’ οὐ στέργει πατήρ.ἴτ’—εὖ γὰρ ἔσται—δωμάτων ἔσω, τέκνα.σὺ δ’ ὡς μάλιστα τούσδ’ ἐρημώσας ἔχεκαὶ μὴ πέλαζε μητρὶ δυσθυμουμένῃ.ἤδη γὰρ εἶδον ὄμμα νιν ταυρουμένηντοῖσδ’, ὥς τι δρασείουσαν· οὐδὲ παύσεταιχόλου, σάφ’ οἶδα, πρὶν κατασκῆψαί τινα . . .ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειέ τι.ἰώ,δύστανος ἐγὼ μελέα τε πόνων,ἰώ μοί μοι, πῶς ἂν ὀλοίμαν;τόδ’ ἐκεῖνο, φίλοι παῖδες· μήτηρκινεῖ κραδίαν, κινεῖ δὲ χόλον.σπεύσατε θᾶσσον δώματος εἴσωκαὶ μὴ πελάσητ’ ὄμματος ἐγγύς,μηδὲ προσέλθητ’, ἀλλὰ φυλάσσεσθ’ἄγριον ἦθος στυγεράν τε φύσινφρενὸς αὐθάδους.—ἴτε νῦν, χωρεῖθ’ ὡς τάχος εἴσω.—δῆλον δ’ ἀρχῆς ἐξαιρόμενοννέφος οἰμωγῆς ὡς τάχ’ ἀνάψειμείζονι θυμῷ· τί ποτ’ ἐργάσεταιμεγαλόσπλαγχνος δυσκατάπαυστοςψυχὴ δηχθεῖσα κακοῖσιν;αἰαῖ,ἔπαθον τλάμων ἔπαθον μεγάλωνἄξι’ ὀδυρμῶν· ὦ κατάρατοιπαῖδες ὄλοισθε στυγερᾶς ματρὸςσὺν πατρί, καὶ πᾶς δόμος ἔρροι.ἰώ μοί μοι, ἰὼ τλήμων.τί δέ σοι παῖδες πατρὸς ἀμπλακίαςμετέχουσι; τί τούσδ’ ἔχθεις; οἴμοι,τέκνα, μή τι πάθηθ’ ὡς ὑπεραλγῶ.