σιγῇ δόμους εἰσβᾶσ’, ἵν’ ἔστρωται λέχος,ἢ καὶ τύραννον τόν τε γήμαντα κτάνῃ,κἄπειτα μείζω συμφορὰν λάβῃ τινά.δεινὴ γάρ· οὔτοι ῥᾳδίως γε συμβαλὼνἔχθραν τις αὐτῇ καλλίνικον οἴσεται.ἀλλ’ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοιστείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοικακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.παλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς,τί πρὸς πύλαισι τήνδ’ ἄγουσ’ ἐρημίανἕστηκας, αὐτὴ θρεομένη σαυτῇ κακά;πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει;τέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος,χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶνκακῶς πίτνοντα, καὶ φρενῶν ἀνθάπτεται.ἐγὼ γὰρ ἐς τοῦτ’ ἐκβέβηκ’ ἀλγηδόνος,ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷλέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας.οὔπω γὰρ ἡ τάλαινα παύεται γόων;ζηλῶ σ’· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ.ὦ μῶρος—εἰ χρὴ δεσπότας εἰπεῖν τόδε·ὡς οὐδὲν οἶδε τῶν νεωτέρων κακῶν.τί δ’ ἔστιν, ὦ γεραιέ; μὴ φθόνει φράσαι.οὐδέν· μετέγνων καὶ τὰ πρόσθ’ εἰρημένα.μή, πρὸς γενείου, κρύπτε σύνδουλον σέθεν·σιγὴν γάρ, εἰ χρή, τῶνδε θήσομαι πέρι.ἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν,πεσσοὺς προσελθών, ἔνθα δὴ παλαίτατοιθάσσουσι, σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ,ὡς τούσδε παῖδας γῆς ἐλᾶν Κορινθίαςσὺν μητρὶ μέλλοι τῆσδε κοίρανος χθονὸςΚρέων. ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδεοὐκ οἶδα· βουλοίμην δ’ ἂν οὐκ εἶναι τόδε.καὶ ταῦτ’ Ἰάσων παῖδας ἐξανέξεταιπάσχοντας, εἰ καὶ μητρὶ διαφορὰν ἔχει;παλαιὰ καινῶν λείπεται κηδευμάτων,κοὐκ ἔστ’ ἐκεῖνος τοῖσδε δώμασιν φίλος.ἀπωλόμεσθ’ ἄρ’, εἰ κακὸν προσοίσομεννέον παλαιῷ, πρὶν τόδ’ ἐξηντληκέναι.ἀτὰρ σύ γ’—οὐ γὰρ καιρὸς εἰδέναι τόδε